ὑψηλῶν ὀρέων ἔφοροι, κεραοὶ χοροπαῖκται,Πᾶνες, βουχίλου κράντορες Ἀρκαδίης,εὔαρνον θείητε καὶ εὐχίμαρον Διότιμον,δεξάμενοι λαμπρῆς δῶρα θυηπολίης,γηραλέον νεφέλας τρῦχος τόδε, καὶ τριέλικτονἰχνοπέδαν, καὶ τὰς νευροτενεῖς παγίδας,κλωβοὺς τʼ ἀμφιρρῶγας, ἀνασπαστούς τε δεράγχας,καὶ πυρὶ θηγαλέους ὀξυπαγεῖς στάλικας,καὶ τὰν εὔκολλον δρυὸς ἰκμάδα, τόν τε πετηνῶνἀγρευτὰν ἰξῷ μυδαλέον δόνακα,καὶ κρυφίου τρίκλωστον ἐπισπαστῆρα βόλοιο,ἄρκυν τε κλαγερῶν λαιμοπέδαν γεράνων,σοί, Πὰν ὦ σκοπιῆτα, γέρας θέτο παῖς ΝεολᾴδαΚραῦγις ὁ θηρευτάς, Ἀρκὰς ἀπʼ Ὀρχομενοῦ.τὰν ἔλαφον Κλεόλαος ὑπὸ κναμοῖσι λοχήσας,ἔκτανε Μαιάνδρου πὰρ τριέλικτον ὕδωρ,θηκτῷ σαυρωτῆρι· τὰ δʼ ὀκτάρριζα μετώπωνφράγμαθʼ ὑπὲρ ταναὰν ἇλος ἔπαξε πίτυν.τὰν ἔλαφον, Λάδωνα καὶ ἀμφʼ Ἐρυμάνθιον ὕδωρνῶτά τε θηρονόμου φερβομέναν Φολόας,παῖς ὁ Θεαρίδεω Λασιώνιος εἷλε Λυκόρμαςπλήξας ῥομβητῷ δούρατος οὐριάχῳ·δέρμα δὲ καὶ δικέραιον ἀπὸ στόρθυγγα μετώπωνσπασσάμενος, κούρᾳ θῆκε παῤʼ ἀγρότιδι.τρεῖς ἄφατοι κεράεσσιν ὑπʼ αἰθούσαις τοι, Ἄπολλονἄγκεινται κεφαλαὶ Μαιναλίων ἐλάφων,ἃς ἕλον ἐξ ἵππων Γύγεω χέρε Δαΐλοχός τεκαὶ Προμένης, ἀγαθοῦ τέκνα Λεοντιάδου,πρόσθε μὲν ἀγραύλοιο δασύτριχος ἰξάλου αἰγὸςδοιὸν ὅπλον χλωροῖς ἐστεφόμαν πετάλοις·νῦν δέ με Νικομάχῳ κεραοξόος ἥρμοσε τέκτων,ἐντανύσας ἕλικος καρτερὰ νεῦρα βοός.δέρμα καὶ ὀργυιαῖα κέρα βοὸς ἐκ βασιλῆοςἈμφιτρυωνιάδᾳ κείμεθʼ ἀνὰ πρόπυλον,τεσσαρακαιδεκάδωρα, τὸν αὐχήεντα Φιλίππῳἀντόμενον κατὰ γᾶς ἤλασε δεινὸς ἄκων,βούβοτον Ὀρβηλοῖο παρὰ σφυρόν. ἆ πολύολβοςἨμαθίς, ἃ τοίῳ κραίνεται ἁγεμόνι.τὸν πάρος Ὀρβηλοῖο μεμυκότα δειράσι ταῦρον,τὸν πρὶν ἐρημωτὰν θῆρα Μακηδονίας,