καὶ σίκυον χνοάοντα, τὸν ἐν φύλλοις πεδοκοίτην,καὶ πέρκην ἤδη χρυσοχίτωνʼ ἐλάην,σοί, φιλοδῖτα Πρίηπε, φυτοσκάφος ἄνθετο Λάμων,δένδρεσι καὶ γυίοις εὐξάμενος θαλέθειν,στάθμην ἰθυτενῆ μολιβαχθέα, δουριτυπῆσφῦραν, καὶ γυρὰς ἀμφιδέτους ἀρίδας,καὶ στιβαρὸν πέλεκυν στελεχητόμον, ἰθύδρομόν τεπρίονα, μιλτείῳ στάγματι πειθόμενον,τρύπανά θʼ ἑλκεσίχειρα, τέρετρά τε, μιλτοφυρῆ ρεσχοῖνον, ὑπʼ ἀκρονύχῳ ψαλλομένην κανόνι, .σοί, κούρη γλαυκῶπι, Λεόντιχος ὤπασε δῶρον,ἄνθος ἐπεὶ γυίων πᾶν ἀπέδυσε χρόνος.Σπερμοφόρον πήρην ὠμαχθέα, κὠλεσίβωλονσφῦραν, καὶ γαμψὰς πυρολόγους δρεπάνας,καὶ τριβόλους ὀξεῖς ἀχυρότριβας, ἱστοβόην τεσὺν γυροῖς ἀρότροις, καὶ φιλόγαιον ὕνιν,κέντρα τʼ ὀπισθονυγῆ, καὶ βουστρόφα δεσμὰ τενόντων,καὶ τρίνακας ξυλίνας, χεῖρας ἀρουροπονων,γυῖʼ ἅτε πηρωθεὶς Λυσίξενος αὔλακι πολλῇἐκρέμασεν Δηοῖ τῇ σταχυοστεφάνῳ.Τρῖγλαν ἀπʼ ἀνθρακιῆς καὶ φυκίδα σοί, λιμενῖτιἌρτεμι, δωρεῦμαι Μῆνις ὁ δικτυβόλος,καὶ ζωρόν, κεράσας ἰσοχειλέα, καὶ τρύφος ἄρτου,αὖον ἐπιθραύσας, τὴν πενιχρὴν θυσίηνἀνθʼ ἧς μοι πλησθέντα δίδου θηράμασιν αἰὲνδίκτυα· σοὶ δέδοται πάντα, μάκαιρα, λίνα.τοῦτό σοί, ὑληκοῖτα, κατʼ ἀγριάδος πλατάνοιοδέρμα λυκορραίστης ἐκρέμασεν Τελέσων,καὶ τὰν ἐκ κοτίνοιο καλαύροπα, τάν ποκα τῆνοςπολλάκι ῥομβητὰν ἐκ χερὸς ἠκροβόλει.ἀλλὰ τύ, Πὰν βουνῖτα, τὰ μὴ πολύολβά τε δέξαιδῶρα, καὶ εὐαγρεῖ τῷδε πέτασσον ὄρος.Ὑλησκόπῳ με Πανὶ θηρευτὴς Γέλωνἔθηκε λόγχην, ἧς ἀπέθρισε χρόνοςἀκμὴν ἐν ἔργῳ, καὶ λίνων πολυστρόφωνγεραιὰ τρύχη, καὶ πάγας δεραγχέας,νευροπλεκεῖς τε κνωδάλων ἐπισφύρουςὠκεῖς ποδίστρας, καὶ τραχηλοδεσπόταςκλοιοὺς κυνούχους· γυῖα γὰρ δαμεὶς χρόνῳἀπεῖπεν ἤδη τὴν ὀρεινόμον πλάνην.