Παλλάς, ἀπειροτόκου δεσπότι παρθενίης,βωμόν τοι κεραοῦχον ἐδείματο τόνδε Σέλευκος,Φοιβείαν ἰαχὰν φθεγγομένου στόματος.θηρευτὴς δολιχὸν τόδε δίκτυον ἄνθετο ΔᾶμιςΠίγρης δʼ ὀρνίθων λεπτόμιτον νεφέλην,τριγλοφόρους δὲ χιτῶνας ὁ νυκτερέτης θέτο Κλείτωρτῷ Πανί, τρισσῶν ἐργάτιναι καμάτων.ἵλαος εὐσεβέεσσιν ἀδελφειοῖς ἐπίνευσονπτηνά, καὶ ἀγροτέρων κέρδεα καὶ νεπόδων.γνωτῶν τρισσατίων ἐκ τρισσατίης λίνα θήρηςδέχνυσο, Πὰν Πίγρης σοὶ γὰρ ἀπὸ πτερύγωνταῦτα φέρει, θηρῶν Δᾶμις, Κλείτωρ δὲ θαλάσσης.καί σφι δὸς εὐαγρεῖν ἠέρα, γαῖαν, ὕδωρ.οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι,ἀγρότα Πάν, ἄλλης ἄλλος ἀπʼ ἀγρεσίης·ὧν ἀπὸ μὲν πτηνῶν Πίγρης τάδε, ταῦτα δὲ Δᾶμιςτετραπόδων, Κλείτωρ δʼ ὁ τρίτος εἰναλίων.ἀνθʼ ὧν τῷ μὲν πέμπε διʼ ἠέρος εὔστοχον ἄγρην,τῷ δὲ διὰ δρυμῶν, τῷ δὲ διʼ ἠϊόνων.Πανὶ τάδʼ αὔθαιμοι τρισσοὶ θέσαν ἄρμενα τέχνας·Δᾶμις μὲν θηρῶν ἄρκυν ὀρειονόμων,Κλείτωρ δὲ πλωτῶν τάδε δίκτυα, τὰν δὲ πετηνῶνἄρρηκτον Πίγρης τάνδε δεραιοπέδαν·τὸν μὲν γὰρ ξυλόχων, τὸν δʼ ἠέρος, ὃν δʼ ἀπὸ λίμναςοὔ ποτε σὺν κενεοῖς οἶκος ἔδεκτο λίνοις.Εἰναλίων Κλείτωρ τάδε δίκτυα, τετραπόδων δὲΔᾶμις, καὶ Πίγρης θῆκεν ἀπʼ ἠερίωνΠανί, κασιγνήτων ἱερὴ τριάς· ἀλλὰ σὺ θήρηνἠέρι κἠν πόντῳ κἠν χθονὶ τοῖσδε νέμε.σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοιτρίζυγες ἐκ τρισσῆς θέντο λινοστασίης·δίκτυα μὲν Δᾶμις θηρῶν, Πίγρης δὲ πετηνῶνλαιμοπέδας, Κλείτωρ δʼ εἰναλίφοιτα λίνα·ὧν τὸν μὲν καὶ ἐσαῦθις ἐν ἠέρι, τὸν δʼ ἔτι θείηςεὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.αἱ τρισσαί τοι ταῦτα τὰ παίγνια θῆκαν ἑταῖραι,Κύπρι μάκαιρʼ, ἄλλης ἄλλη ἀπʼ ἐργασίης·ὧν ἀπὸ μὲν πυγῆς Εὐφρὼ τάδε, ταῦτα δὲ Κλειὼὡς θέμις, ἡ τριτάτη δʼ Ἀτθὶς ἀπʼ οὐρανίων.ἀνθʼ ὧν τῇ μὲν πέμπε τὰ παιδικά, δεσπότι, κέρδη,