Τέσσρες αἱ Χάριτες, Παφίαι δύο, καὶ δέκα Μοῦσαι·Δερκυλὶς ἐν πάσαις Μοῦσα, Χάρις, Παφίη.ἰξὸν ἔχεις τὸ φίλημα, τὰ δʼ ὄμματα, Τιμάριον, πῦρ·ἢν ἐσίδῃς, καίεις· ἢν δὲ θίγῃς, δέδεκας.εἰ μὲν ἐπʼ ἀμφοτέροισιν, Ἔρως, ἴσα τόξα τιταίνεις,εἶ θεός· εἰ δὲ ῥέπεις πρὸς μέρος, οὐ θεὸς εἶ.Ὁπλίζευ, Κύπρι, τόξα, καὶ εἰς σκοπὸν ἥσυχος ἐλθὲἄλλον ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.ἤθελον, ὦ κιθαρῳδέ, παραστάς, ὡς κιθαρίζεις,τὴν ὑπάτην κροῦσαι, τήν τε μέσην χαλάσαι.εἲ μοί τις μέμφοιτο, δαείς ὅτι λάτρις Ἔρωτοςφοιτῶ, θηρευτὴν ὄμμασιν ἰξὸν ἔχων,εἰδείη καὶ Ζῆνα, καὶ Ἄϊδα, τόν τε θαλάσσηςσκηπτοῦχον, μαλερῶν δοῦλον ἐόντα Πόθων,εἰ δὲ θεοὶ τοιοίδε, θεοῖς δʼ ἐνέπουσιν ἕπεσθαιἀνθρώπους, τί θεῶν ἔργα μαθὼν ἀδικῶ;χαῖρε κόρη. καὶ δὴ σύ. τίς ἡ προιοῦσα; τί πρὸς σέ;οὐκ ἀλόγως ζητῶ. δεσπότις ἡμετέρη.ἐλπίζειν ἔστι; ζητεῖς δέ τί; νύκτα. φέρεις τι;χρυσίον. Εὑθύμει. καὶ τόσον. οὐ δύνασαι.τὴν ἰσχνὴν Διόκλειαν, ἀσαρκοτέρην Ἀφροδίτην,ὄψεαι, ἀλλὰ καλοῖς ἤθεσι τερπομένην.οὐ πολύ μοι τὸ μεταξὺ γενήσεται· ἀλλʼ ἐπὶ λεπτὰστέρνα πεσὼν, ψυχῆς κείσομαι ἐγγυτάτω.μέχρι τίνος, Προδίκη, παρακλαύσομαι; ἄχρι τίνος σεγουνάσομαι, στερεή, μηδὲν ἀκουόμενος;ἤδη καὶ λευκαί σοι ἐπισκιρτῶσιν ἔθειραι,καὶ τάχα μοι δώσεις ὡς Ἑκάβη Πριάμῳ.αἶρε τὰ δίκτυα ταῦτα, κακόσχολε, μηδʼ ἐπίτηδεςἰσχίον ἐρχομένη σύστρεφε, Λυσιδίκη.εὖ σε περισφίγγει λεπτὸς στολιδώμασι πέπλος,πάντα δέ σου βλέπεται γυμνά, καὶ οὐ βλέπεται.εἰ τόδε σοι χαρίεν καταφαίνεται, αὐτὸς ὁμοίωςὀρθὸν ἔχων βύσσῳ τοῦτο περισκεπάσω.ἄλλος ὁ Μηνοφίλας λέγεται παρὰ μαχλάσι κόσμος,ἄλλος, ἐπεὶ πάσης γεύεται ἀκρασίης.ἀλλʼ ἴτε Χαλδαῖοι κείνης πέλας· ἦ γὰρ ὁ ταύτηςοὐρανὸς ἐντὸς ἔχει καὶ κύνα καὶ διδύμους.γραῖα, φίλη θρέπτειρα, τί μου προσιόντος ὑλακτεῖς,καὶ χαλεπὰς βάλλεις δὶς τόσον εἰς ὀδύνας;