ἀρσαμένη χαρίσῃ στήθεσι χιονέοις.φείδῃ παρθενίης· καὶ τί πλέον; οὐ γὰρ ἐς ᾍδηνἐλθοῦσ’ εὑρήσεις τὸν φιλέοντα, κόρη.ἐν ζωοῖσι τὰ τερπνὰ τὰ Κύπριδος·; ἐν δʼ Ἀχέροντιὀστέα καὶ σποδιή, παρθένε, κεισόμεθα.ἵλαθί μοι, φίλε Φοῖβε· σὺ γὰρ θοὰ τόξα τιταίνωνἐβλήθης ὑπʼ Ἔρωτος ὑπʼ ὠκυπόροισιν ὀιστοῖς.ἀρνεῖται τὸν ἔρωτα Μελισσιάς, ἀλλὰ τὸ σῶμακέκραγʼ ὡς βελέων δεξάμενον φαρέτρην,καὶ βάσις ἀστατέουσα, καὶ ἄστατος ἄσθματος ὁρμή,καὶ κοῖλαι βλεφάρων ἰοτυπεῖς βάσιες.ἀλλά, Πόθοι, πρὸς μητρὸς ἐϋστεφάνου Κυθερείης,φλέξατε τὴν ἀπιθῆ, μέχρις ἐρεῖ Φλέγομαι.εἰ δυσὶν οὐκ ἴσχυσας ἴσην φλόγα, πυρφόρε, καῦσαι,τὴν ἑνὶ καιομένην ἢ σβέσον ἢ μετάθες.οὐκ ἔσθʼ οὗτος ἔρως, εἴ τις καλὸν εἶδος ἔχουσανβούλετʼ ἔχειν, φρονίμοις ὄμμασι πειθόμενος·ἀλλʼ ὅστις κακόμορφον ἰδών, τετορημένος ἰοῖςστέργει, μαινομένης ἐκ φρενὸς αἰθόμενος,οὗτος ἔρως, πῦρ τοῦτο· τὰ γὰρ καλὰ πάντας ὁμοίωςτέρπει τοὺς κρίνειν εἶδος ἐπισταμένους.πέμπω σοι μύρον ἡδύ, μύρῳ τὸ μύρον θεραπεύων,ὡς Βρομίῳ σπένδων νᾶμα τὸ τοῦ Βρομίου.πέμπω σοι μύρον ἡδύ, μύρῳ παρέχων χάριν, οὐ σοί·αὐτὴ γὰρ μυρίσαι καὶ τὸ μύρον δύνασαι,ὑψοῦται Ῥοδόπη τῷ κάλλεϊ· κἤν ποτε “χαῖρε”εἴπω, ταῖς σοβαραῖς ὀφρύσιν ἠσπάσατο.ἤν ποτε καὶ στεφάνους προθύρων ὕπερ ἐκκρεμάσωμαι,ὀργισθεῖσα πατεῖ τοῖς σοβαροῖς ἴχνεσιν.ὦ ῥυτίδες, καὶ γῆρας ἀνηλεές, ἔλθετε θᾶσσον,σπεύσατε· κἂν ὑμεῖς πείσατε τὴν Ῥοδόπην,ὥπλισμαι πρὸς ;ἔρωτα περὶ στέρνοισι λογισμόν,οὐδέ με νικήσει, μοῦνος ἐὼν πρὸς ἕνα·θνατὸς δʼ ἀθανάτῳ συστήσομαι·ἢν δὲ βοηθὸνΒάκχον ἔχῃ, τί μόνος πρὸς δύʼ ἐγὼ δύναμαι;ὄμματʼ ἔχεις Ἥρης, Μελίτη, τὰς χεῖρας Ἀθήνης,τοὺς μαζοὺς Παφίης, τὰ σφυρὰ τῆς Θέτιδος.εὐδαίμων ὁ βλέπων σε· ;τρισόλβιος ὅστις ἀκούει·ἡμίθεος δʼ ὁ φιλῶν ἀθάνατος δʼ ὁ γαμῶν.