νῦν δʼ ὁ μὲν μὲν ὅρκια φησιν ἐν ὕδατι κεῖνα φέρεσθαι,λύχνε, σὺ δʼ ἐν κόλποις αὐτὸν ὁρᾷς ἑτέρων.Ῥουφῖνος τῇ μῇ γλυκερωτάτῃ Ἐλπίδι πολλὰχαίρειν, εἰ χαίρειν χωρὶς ἐμοῦ δύναται.οὐκέτι βαστάζω, μὰ τὰ σ’ ὄμματα, τὴν φιλέρημονκαὶ τὴν μουνολεχῆ σεῖο διαζυγίηνἀλλʼ αἰεὶ δακρύοισι πεφυρμένος ἢ πὶ Κορησσὸνἔρχομαι ἢ μεγάλης νηὸν ἐς Ἀρτέμιδος.αὔριον ἀλλὰ πάτρη με δεδέξεται· ἐς δὲ σὸν ὄμμαπτήσομαι, ἐρρῶσθαι μυρία σ’ εὐχόμενος.ἐχθαίρω τὸν Ἔρωτα· τί γὰρ βαρὺς οὐκ ἐπὶ θῆραςὄρνυται, ἀλλʼ ἐπʼ ἐμὴν ἰοβολεῖ κραδίην;τί πλέον, εἰ θεὸς ἄνδρα καταφλέγεί; ἢ τί τὸ σεμνὸνδῃώσας ἀπʼ ἐμῆς ἆθλον ἔχει κεφαλῆς;εἰ τοὺς ἐν πελάγει σῴζεις, Κύπρι, κἀμὲ τὸν ἐν γᾷναυαγόν, φιλίη, σῶσον ἀπολλύμενον.λουσάμενοι, Προδίκη, πυκασώμεθα, καὶ τὸν ἄκρατονἕλκωμεν, κύλικας μείζονας αἰρόμενοι.βαιὸς ὁ χαιρόντων ἐστὶν βίος· εἶτα τὰ λοιπὰγῆρας κωλύσει, καὶ τὸ τέλος θάνατος.ἑξήκοντα τελεῖ Χαριτὼ λυκαβαντίδας ὥρας,ἀλλʼ ἔτι κυανέων σύρμα μένει πλοκάμων,κἠν στέρνοις ἔτι κεῖνα τὰ λύγδινα κώνια μαστῶνἕστηκεν, μίτρης γυμνὰ περιδρομάδος,καὶ χρὼς ἀρρυτίδωτος ἔτʼ ἀμβροσίην, ἔτι πειθὼπᾶσαν, ἔτι στάζει μυριάδας χαρίτων.ἀλλὰ πόθους ὀργῶντας ὅσοι μὴ φεύγετʼ ἐρασταί,δεῦρʼ ἴτε, τῆς ἐτέων ληθόμενοι δεκάδος.Εὐρώπης τὸ φίλημα, καὶ ἢν ἄχρι χείλεος ἔλθῃ,ἡδύ γε, κἂν ψαύσῃ μοῦνον ἄκρου στόματος·ψαύει δʼ οὐκ ἄκροις τοῖς χείλεσιν, ἀλλʼ ἐρίσασατὸ στόμα τὴν ψυχὴν ἐξ ὀνύχων ἀνάγει.ποῦ νῦν Πραξιτέλης; ποῦ δʼ αἱ χέρες αἱ Πολυκλείτου,αἱ ταῖς πρόσθε τέχναις πνεῦμα χαριζόμεναι ;τίς πλοκάμους Μελίτης εὐώδεας, ἢ πυρόενταὄμματα καὶ δειρῆς φέγγος ἀποπλάσεται;ποῦ πλάσται; ποῦ δʼ εἰσὶ λιθοξόοι; ἔπρεπε τοίῃμορφῇ νηὸν ἔχειν, ὡς μακάρων ξοάνῳ.μήνη χρυσόκερως, δέρκευ τάδε, καὶ περιλαμπεῖςἀστέρες, οὓς κόλποις Ὠκεανὸς δέχεται,