ἱλήκοις, δέσποινα, καὶ ὄμμασιν ἡμετέροισιμήποτε μηνίσῃς, θεῖον ἰδοῦσι τύπον.νῦν ἔγνων Ῥοδόκλεια, καὶ οὐ Κύπρις. εἶτα τὸ κάλλοςτοῦτο πόθεν; σύ, δοκῶ, τὴν θεὸν ἐκδέδυκας.πέμπω σοι, Ῥοδόκλεια, τόδε στέφος, ἄνθεσι καλοῖςαὐτὸς ὑφʼ ἡμετέραις πλεξάμενος παλάμαις.ἔστι κρίνον, ῥοδέη τε κάλυξ, νοτερὴ τʼ ἀνεμώνη,καὶ νάρκισσος ὑγρός, καὶ κυαναυγὲς ἴον.ταῦτα στεψαμένη, λῆξον μεγάλαυχος ἐοῦσα·ἀνθεῖς καὶ λήγεις καὶ σὺ καὶ ὁ στέφανος.γείτονα παρθένον εἶχον Ἀμυμώνην, Ἀφροδίτη,ἥ μου τὴν ψυχὴν ἔφλεγεν οὐκ ὀλίγον.αὕτη μοι προσέπαιξε, καί, εἴ ποτε καιρός, ἐτόλμωνἠρυθρία. τί πλέον; τὸν πόνον ᾐσθάνετο·ἤνυσα πολλὰ καμών. παρακήκοα νῦν ὅτι τίκτει·ὥστε τί ποιοῦμεν; φεύγομεν ἢ μένομεν;αὕτη πρόσθεν ἔην ἐρατόχροος, εἰαρόμασθος,εὔσφυρος, εὐμήκης, εὔοφρυς, εὐπλόκαμος·ἠλλάχθη δὲ χρόνῳ καὶ γήραϊ καὶ πολιαῖσι,καὶ νῦν τῶν προτέρων οὐδʼ ὄναρ οὐδὲν ἔχει,ἀλλοτρίας δὲ τρίχας, καὶ ῥυσῶδες τὸ πρόσωπον,οἷον γηράσας οὐδὲ πίθηκος ἔχει.εἰ τοίην χάριν εἶχε γυνὴ μετὰ Κύπριδος εὐνήν,οὐκ ἄν τοι κόρον ἔσχεν ἀνὴρ ἀλόχοισιν ὁμιλῶν.πᾶσαι γὰρ μετὰ κύπριν ἀτερπέες εἰσὶ γυναῖκες.τὴν ψυχήν, Ἀγάθωνα φιλῶν, ἐπὶ χείλεσιν ἔσχονἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.τῷ μήλῳ βάλλω σε· σὺ δʼ εἰ μὲν ἑκοῦσα φιλεῖς με,δεξαμένη, τῆς σῆς παρθενίης μετάδος·εἰ δʼ ἄρʼ ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτʼ αὐτὸ λαβοῦσασκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.μῆλον ἐγώ· βάλλει με φιλῶν σέ τις. ἀλλʼ ἐπίνευσον,Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.ἡ τὰ ῥόδα, ῥοδόεσσαν ἔχεις χάριν ἀλλὰ τί πωλεῖς;σαυτήν, ἢ τὰ ῥόδα; ἠὲ συναμφότερα;ὦ σοβαρὴ βαλάνισσα, τί δή ποτέ μʼ ἔκπυρα λούεις;πρὶν μʼ ἀποδύσασθαι, τοῦ πυρὸς αἰσθάνομαι,εἴθʼ ἄνεμος γενόμην, σὺ δʼ ἐπιστείχουσα παρʼ ἀγὰςστήθεα γυμνώσαις, καί με πνέοντα λάβοις.εἴθε ῥόδον γενόμην ὑποπόρφυρον, ὄφρα με χερσὶν