Ἀντιγόνη, Σικελὴ πάρος ἦσθά μοι· ὡς δʼ ἐγενήθηςΑἰτωλή, κἀγὼ Μῆδος ἰδοὺ γέγονα.Νῖφε, χαλαζοβόλει, ποίει σκότος, αἶθε, κεραύνου,πάντα τὰ πορφύροντʼ ἐν χθονὶ σεῖε νέφη.ἢν γάρ με κτείνῃς, τότε παύσομαι· ἢν δὲ μʼ ἀφῇς ζῆν,καὶ διαδὺς τούτων χείρονα, κωμάσομαιἕλκει γάρ μʼ ὁ κρατῶν καὶ σοῦ θεός, ᾧ ποτε πεισθείς,Ζεῦ, διὰ χαλκείων χρυσὸς ἔδυς θαλάμων.αἰετὸς ὁ Ζεὺς ἦλθεν ἐπʼ ἀντίθεον Γανυμήδην,κύκνος ἐπὶ ξανθὴν μητέρα τὴν Ἑλένης.οὕτως ἀμφότερʼ ἐστὶν ἀσύγκριτα· τῶν δύο δʼ αὐτῶνἄλλοις ἄλλο δοκεῖ κρεῖσσον, ἐμοὶ τὰ δύο.εὐκαίρως μονάσασαν ἰδὼν Προδίκην ἱκέτευον,καὶ τῶν ἀμβροσίων ἁψάμενος γονάτων,σῶσον, ἔφην, “ἄνθρωπον ἀπολλύμενον παρὰ μικρόνκαὶ φεῦγον ζωῆς πνεῦμα σύ μοι χάρισαι.”ταῦτα λέγοντος ἔκλαυσεν ἀποψήσασα δὲ δάκρυ,ταῖς τρυφεραῖς ἡμᾶς χερσὶν ὑπεξέβαλεν.κάλλος ἄνευ χαρίτων τέρπει μόνον, οὐ κατέχει δέ,ὡς ἄτερ ἀγκίστρου νηχόμενον δέλεαρ.ἢ τὸ φιλεῖν περίγραψον, Ἔρως, ὅλον, ἢ τὸ φιλεῖσθαιπρόσθες, ἵνʼ ἢ λύσῃς τὸν πόθον, ἢ κεράσῃς.Παλλὰς ἐσαθρήσασα καὶ Ἥρη χρυσοπέδιλοςΜαιονίδʼ, ἐκ κραδίης ἴαχον ἀμφότεραι·“οὐκέτι γυμνούμεσθα· κρίσις μία ποιμένος ἀρκεῖ·οὐ καλὸν ἡττᾶσθαι δὶς περὶ καλλοσύνης.”κάλλος ἔχεις Κύπριδος;, Πειθοῦς στόμα, σῶμα καὶ ἀκμὴνεἰαρινῶν Ὡρῶν, φθέγμα δὲ Καλλιόπης,νοῦν καὶ σωφροσύνην Θέμιδος, καὶ χεῖρας Ἀθήνης·σὺν σοὶ δʼ αἱ Χάριτες τέσσαρές εἰσι, Φίλη.Πρωτομάχου πατρὸς καὶ Νικομάχης γεγαμηκὼςθυγατέρα, Ζήνων, ἔνδον ἔχεις πόλεμον.ζήτει Λυσίμαχον μοιχὸν φίλον, ὃς σ’ ἐλεήσαςἐκ τῆς Πρωτομάχου λύσεται Ἀνδρομάχης.τοῦτο βίος, τοῦτʼ αὐτό· τρυφὴ βίος. ἔρρετʼ ἀνῖαι·ζωῆς ἀνθρώποις ὀλίγος χρόνος. ἄρτι Λύαιος,ἄρτι χοροί, στέφανοί τε φιλανθέες, ἄρτι γυναῖκες·σήμερον ἐσθλὰ πάθω· τὸ γὰρ αὔριον οὐδενὶ δῆλον.δαίμονες, οὐκ ᾔδειν ὅτι λούεται ἡ Κυθέρεια,χερσὶ καταυχενίους λυσαμένη πλοκάμους.