Δωρίδα τὴν ῥοδόπυγον ὑπὲρ λεχέων διατείναςἅψεσιν ἐν χλοερῖς ἀθάνατος γέγονα.ἡ γὰρ ὑπερφυέεσσι μέσον διαβᾶσά με ποσσίν,ἤνυσεν ἀκλινέως τὸν Κύπριδος δόλιχον;ὄμμασι νωθρὰ βλέπουσα· τὰ δʼ ἠύτε πνεύματι φύλλα,ἀμφισαλευομένης, ἔτρεμε πορφύρεα,μέχρις ἀπεσπείσθη λευκὸν μένος ἀμφοτέροισιν,καὶ Δωρὶς παρέτοις ἐξεχύθη μέλεσι.ἐκμαίνει χείλη με ῥοδόχροα, ποικιλόμυθα,ψυχοτακῆ στόματος νεκταρέου πρόθυρα,καὶ γλῆναι λασίαισιν ὑπʼ ὀφρύσιν ἀστράπτουσαι,σπλάγχνων ἡμετέρων δίκτυα καὶ παγίδες,καὶ μαζοὶ γλαγόεντες, ἐύζυγες, ἱμερόεντες,εὐφυέες, πάσης τερπνότεροι κάλυκος.ἀλλὰ τί μηνύω κυσὶν ὀστέα; μάρτυρὲς εἰσιντῆς ἀθυροστομίης οἱ Μίδεοι κάλαμοι.τὴν περιφρυγομένην ψυχὴν ἂν πολλάκι καίῃς,φεύξετʼ, Ἔρως· καὐτή, σχέτλιʼ, ἔχει πτέρυγας.νήπιʼ Ἔρως, πορθεῖς μὲ τὸ κρήγυον εἴς μὲ κένωσονπᾶν σὺ βέλος, λοιπὴν μηκέτʼ ἀφεὶς γλυφίδα,ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμέ, καί τινα χρῄζωνἄλλον ὀιστεῦσαι, μηκέτʼ ἔχοις ἀκίδα.φεύγειν δεῖ τὸν Ἔρωτα κενὸς πόνος· οὐ γὰρ ἀλύξωπεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.παρθένος ἀργυρόπεζος ἐλούετο, χρύσεα μαζῶνχρωτὶ γαλακτοπαγεῖ μῆλα διαινομένη·πυγαὶ δʼ ἀλλήλαις περιηγέες εἱλίσσοντο,ὕδατος ὑγροτέρῳ χρωτὶ σαλευόμεναι. ˘ ˘τὸν δʼ ὑπεροιδαίνοντα κατέσκεπε πεπταμένη χεὶροὐχ ὅλον Εὐρώταν, ἀλλʼ ὅσον ἠδύνατο.τῇ κυανοβλεφάρῳ παίζων κόνδακα Φιλίππῃ,ἐξ αὐτῆς κραδίης ἡδὺ γελᾶν ἐπόουν· ¯“δώδεκά σοι βέβληκα, καὶ αὔριον ἄλλα βαλῶ σοι,ἢ πλέον, ἠὲ πάλιν δώδεκʼ ἐπιστάμενος.”εἶτα κελευομένη † ἦλθεν γελάσας δὲ πρὸς αὐτήνοὔπω σου τὸ καλὸν χρόνος ἔσβεσεν, ἀλλʼ ἔτι πολλὰλείψανα τῆς προτέρης σῴζεται ἡλικίης, ˘ ˘καὶ χάριτες μίμνουσιν ἀγήραοι, οὐδὲ τὸ κάλλοςτῶν ἱλαρῶν μήλων ἢ ῥόδου ἐξέφυγεν.ὦ πόσσους κατέφλεξε τὸ πρὶν θεοείκελον ἄνθος.