μηδέν μοι προδίδου. τοῦτο ξένον. ἀλλʼ ὅσον ἄν σοικοιμηθέντι δοκῇ, τοῦτο δός. οὐκ ἀδικεῖς.ποῦ γίνῃ; πέμψω. καταμάνθανε. πηνίκα δʼ ἥξεις;ἣν σὺ θέλεις ὥρην. εὐθὺ θέλω. πρόαγε.πολλάκις ἠρασάμην σε λαβὼν ἐν νυκτί, Θάλεια,πληρῶσαι θαλερῇ θυμὸν ἐρωμανίῃ·̓·νῦν δʼ ὅτε μοι γυμνὴ γλυκεροῖς; μελέεσσι πέπλησαι,ἔκλυτος ὑπναλέῳ γυῖα κέκμηκα κόπῳ.θυμὲ τάλαν, τί πέπονθας; ἀνέγρεο, μηδʼ ἀπόκαμνε·ζητήσεις ταύτην τὴν ὑπερευτυχίην.ὄμματα μὲν χρύσεια, καὶ ὑαλόεσσα παρειή,καὶ στόμα πορφυρέης τερπνότερον κάλυκος,δειρὴ λυγδινέη, καὶ στήθεα μαρμαίροντα,καὶ πόδες ἀργυρέης λευκότεροι Θέτιδος.εἰ δέ τι καὶ πλοκαμῖσι διαστίλβουσιν ἄκανθαι,τῆς λευκῆς καλάμης οὐδὲν ἐπιστρέφομαι.ἡ τρισὶ λειτουργοῦσα πρὸς ἓν τάχος ἀνδράσι Λύδη,τῷ μὲν ὑπὲρ νηδύν, τῷ δʼ ὑπό, τῷ δʼ ὄπιθεν,εἰσδέχομαι φιλόπαιδα, γυναικομανῆ, φιλυβριστήν.εἰ σπεύδεις, ἐλθὼν σὺν δυσί, μὴ κατέχου.καὶ πενίη καὶ ἔρως δύο μοι κακά· καὶ τὸ μὲν οἴσωκούφως· πῦρ δὲ φέρειν Κύπριδος οὐ δύναμαι.;Ἡράσθην, ἐφίλουν, ἔτυχον, κατέπραξʼ, ἀγαπῶμαι·τίς δέ, καὶ ἧς, καὶ πῶς, ἡ θεὸς οἶδε μόνη.ὅρκον κοινὸν Ἔρωτʼ ἀνεθήκαμεν ὅρκος ὁ πιστὴνἈρσινόης θέμενος Σωσιπάτρῳ φιλίην.ἀλλʼ ἡ μὲν ψευδὴς κενὰ δʼ ὅρκια, τῷ δʼ ἐφυλάχθηἵμερος· ἡ δὲ θεῶν οὐ φανερὴ δύναμις.θρήνους, ὦ Ὑμέναιε, παρὰ κληῖσιν ἀΰσαιςἈρσινόης, παστῷ μεμψάμενος προδότῃ].ἡ πιθανὴ μʼ ἔτρωσεν Ἀριστονόη, φίλʼ Ἄδωνι,κοψαμένη τῇ σῇ στήθεα πὰρ καλύβῃ.εἰ δώσει ταύτην καὶ ἐμοὶ χάριν, ἢν ἀποπνεύσω,μὴ πρόφασις, σύμπλουν σύμ με λαβὼν ἀπάγου.μήποτε γαστροβαρῆ πρὸς σὸν λέχος ἀντιπρόσωπονπαιδογόνῳ κλίνῃς Κύπριδι τερπόμενος.μεσσόθι γὰρ μέγα κῦμα καὶ οὐκ ὀλίγος πόνος ἔσται,τῆς μὲν ἐρεσσομένης, σοῦ δὲ σαλευομένου.ἀλλὰ πάλιν στρέψας ῥοδοειδέι τέρπεο πυγῇ,τὴν ἄλοχον νομίσας ἀρσενόπαιδα Κύπριν.