ἡ μὲν γάρ με νέα περιλήψεται, ἡ δὲ παλαιὴγραῖά με καὶ ῥυσή, Σιμύλε, λειχάσεται.οὐκ ἀποθνῄσκειν δεῖ με; τί μοι μέλει, ἤν τε ποδαγρὸςἤν τε δρομεὺς γεγονὼς εἰς Ἀίδην ὑπάγω;πολλοὶ γάρ μʼ ἀροῦσιν. ἔα χωλόν με γενέσθαι·τῶνδʼ ἕνεκεν γὰρ ἴδʼ ὡς οὔποτʼ ἐῶ θιάσους.τῆς μητρὸς μὴ ἄκουε, Φιλουμένη· ἢν γὰρ ἀπέλθωκαὶ θῶ ἅπαξ ἔξω τὸν πόδα τῆς πόλεως,τῶν καταπαιζόντων μὴ σχῇς λόγον, ἀλλὰ γʼ ἐκείνοιςἐμπαίξασ’, ἄρξαι πλεῖον ἐμοῦ τι ποεῖνπάντα λίθον κίνει. σαυτὴν τρέφε, καὶ γράφε πρός μεεἰς ποίην ἀκτὴν εὐφρόσυνον γέγονας.εὐτακτεῖν πειρῶ· τὸ δʼ ἐνοίκιον, ἤν τι περισσὸνγίνηται, καὶ ἐμοὶ φρόντισον ἱμάτιον.ἢν ἐν γαστρὶ λάβῃς, τέκε, ναὶ τέκε μὴ θορυβηθῇς·εὑρήσει πόθεν ἔστʼ, ἐλθὸν ἐς ἡλικίην.τίς γυμνὴν οὕτω σε καὶ ἐξέβαλεν καὶ ἔδειρεν;τίς ψυχὴν λιθίνην εἶχε, καὶ οὐκ ἔβλεπε;μοιχὸν ἴσως ηὕρηκεν ἀκαίρως κεῖνος ἐσελθών.γινόμενον πᾶσαι τοῦτο ποοῦσι, τέκνον.πλὴν ἀπὸ νῦν, ὅταν ᾖ τις ἔσω, κεῖνος δʼ ὅταν ἔξω,τὸ πρόθυρον σφήνου, μὴ πάλι ταὐτὸ πάθῃς.μισῶ τὴν ἀφελῆ, μισῶ τὴν σώφρονα λίαν·ἡ μὲν γὰρ βραδέως, ἡ δὲ θέλει ταχέως.ἐκβάλλει γυμνήν τις, ἐπὴν εὕρῃ ποτὲ μοιχόν,ὡς μὴ μοιχεύσας, ὡς ἀπὸ Πυθαγόρου;εἶτα, τέκνον, κλαίουσα κατατρίψεις τὸ πρόσωπον,καὶ παραριγώσεις μαινομένου προθύροις;ἔκμαξαι, μὴ κλαῖε, τέκνον χεὑρήσομεν ἄλλον,τὸν μὴ καὶ τὸ βλέπειν εἰδότα καὶ τὸ δέρειν.Λέμβιον, ἡ δʼ ἑτέρα Κερκούριον, αἱ δύʼ ἑταῖραιαἰὲν ἐφορμοῦσιν τῷ Σαμίων λιμένι.ἀλλά, νέοι, πανδημὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτηςφεύγεθʼ· ὁ συμμίξας καὶ καταδὺς πίεται.Παρθενικὰ κούρα τὰ ἃ κέρματα πλείονα ποιεῖ,οὐκ ἀπὸ τᾶς τέχνας, ἀλλʼ ἀπὸ τᾶς φύσιος.χαιρε σύ. καὶ σύ γε χαῖρε. τί δεῖ σε καλεῖν; σὲ δέ; μή πωτοῦτο φιλόσπουδος. μηδὲ σύ· μὴ τινʼ ἔχεις;ἀεὶ τὸν φιλέοντα θέλεις ἅμα σήμερον ἡμῖνδειπνεῖν; εἰ σὺ θέλεις. εὖγε· πόσου παρέσῃ;