χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τεπρόσθεν· παντοίη δʼ ἡ Κυθέρεια τανῦν,καὶ χρυσοῦν τίει, καὶ χάλκεον ἄνδρʼ ἐφίλησεν,καὶ τοὺς ἀργυρέους οὔ ποτʼ ἀποστρέφεται.Νέστωρ ἡ Παφίη. δοκέω δʼ ὅτι καὶ Δανάῃ Ζεὺςοὐ χρυσός, χρυσοῦς δʼ ἦλθε φέρων ἑκατόν.ποιεῖς πάντα, Μέλισσα, φιλανθέος ἔργα μελίσσης·οἶδα καὶ ἐς κραδίην τοῦτο, γύναι, τίθεμαι.καὶ μέλι μὲν στάζεις ὑπὸ χείλεσιν ἡδὺ φιλεῦσα·ἢν δʼ αἰτῇς, κέντρῳ τύμμα φέρεις ἄδικον.ἐς Δανάην ἔρρευσας, Ὀλύμπιε, χρυσός, ἵνʼ ἡ παῖςὡς δώρῳ πεισθῇ, μὴ τρέσῃ ὡς Κρονίδην.ὁ Ζεὺς τὴν Δανάην χρυσοῦ, κἀγὼ δέ σε χρυσοῦ·πλείονα γὰρ δοῦναι τοῦ Διὸς οὐ δύναμαι.πυγὰς αὐτὸς ἔκρινα τριῶν εἵλοντο γὰρʼ αὐταὶ,δείξασαι γυμνὴν ἀστεροπὴν μελέων.καὶ ῥʼ ἡ μὲν τροχαλοῖς σφραγιζομένη γελασίνοιςλευκῇ ἀπὸ γλουτῶν ἤνθεεν εὐαφίῃ·τῆς δὲ διαιρομένης φοινίσσετο χιονέη σάρξ,.πορφυρέοιο ῥόδου μᾶλλον ἐρυθροτέρη·ἡ δὲ γαληνιόωσα χαράσσετο κύματι κωφῷ,αὐτομάτη τρυφερῷ χρωτὶ σαλευομένη.εἰ ταύτας ὁ κριτὴς ὁ θεῶν ἐθεήσατο πυγάς,οὐκέτʼ ἂν οὐδʼ ἐσιδεῖν ἤθελε τὰς προτέρας.ἤρισαν ἀλλήλαις Ῥοδόπη, Μελίτη, Ῥοδόκλεια,τῶν τρισσῶν τίς ἔχει κρείσσονα μηριόνην,καί με κριτὴν εἵλοντο· καὶ ὡς θεαὶ αἱ περίβλεπτοιἔστησαν γυμναί, νέκταρι λειβόμεναι.καὶ Ῥοδόπης μὲν ἔλαμπε μέσος μηρῶν Πολύφημοςοἷα ῥοδὼν πολίῳ σχιζόμενος ζεφύρῳτῆς δὲ Ῥοδοκλείης ὑάλῳ ἴσος, ὑγρομέτωπος,οἷα καὶ ἐν νηῷ πρωτογλυφὲς ξόανον.ἀλλὰ σαφῶς ἃ πέπονθε Πάρις διὰ τὴν κρίσιν εἰδὼς,τὰς τρεῖς ἀθανάτας εὐθὺ συνεστεφάνουν.Μήτʼ ἰσχνὴν λίην περιλάμβανε, μήτε παχεῖαντούτων δʼ ἀμφοτέρων τὴν μεσότητα θέλε.τῇ μὲν γὰρ λείπει σαρκῶν χύσις, ἡ δὲ περισσὴνκέκτηται· λεῖπον μὴ θέλε, μηδὲ πλέον·εὐμεγέθης πείθει με καλὴ γυνή, ἄν τε καὶ ἀκμῆςἅπτητʼ, ἄν τε καὶ ᾖ, Σιμύλε, πρεσβυτέρη.