ἤειδεν παλάμῃ, Λαΐδος οὐ χατέων.κλαγγῆς πέμπεται ἦχος ἐς οὔατα, καὶ θόρυβος δὲἄσπετος ἐν τριόδοις, οὐδʼ ἀλέγεις, Παφίη;ἐνθάδε γὰρ σέο κοῦρον ὁδοιπορέοντα κατέσχονὅσσοι ἐνὶ κραδίῃ πυρσὸν ἔχουσι πόθου.Ὄμφαξ οὐκ ἐπένευσας· ὅτʼ ἦς σταφυλή, παρεπέμψω.μὴ φθονέσῃς δοῦναι κἂν βραχὺ τῆς σταφίδος.κούρη τίς μʼ ἐφίλησεν ὑφέσπερα χείλεσιν ὑγροῖς.νέκταρ]ἔην τὸ φίλημα· τὸ γὰρ στόμα νέκταρος ἔπνει·καὶ μεθύω τὸ φίλημα, πολὺν τὸν ἔρωτα πεπωκώς.δακρύεις, ἐλεεινὰ λαλεῖς, περίεργα θεωρεῖς,ζηλοτυπεῖς, ἅπτῃ πολλάκι,πυκνὰ φιλεῖς.ταῦτα μέν ἐστιν ἐρῶντος· ὅταν δʼ εἴπω παράκειμαι ,καὶ μέλλῃς, ἁπλῶς οὐδὲν ἐρῶντος ἔχεις.χεῦμα μὲν Εὐρώταο Δακωνικόν· ἁ δʼ ἀκάλυπτοςΛήδα· χὠ κύκνῳ κρυπτόμενος Κρονίδας.οἳ δέ με τὸν δυσέρωτα καταίθετε, καὶ τί γένωμαιὄρνεον; εἰ γὰρ Ζεὺς κύκνος, ἐγὼ κόρυδος.ἡ κομψή, μεῖνόν με. τί σοι καλὸν οὔνομα,; ποῦ σεἔστιν ἰδεῖν; ὃ θέλεις δώσομεν. οὐδὲ λαλεῖς.ποῦ γίνῃ; πέμψω μετὰ σοῦ τινα. μή τις ἔχει σε;ὦ σοβαρή, ὑγίαινʼ. οὐδʼ ὑγίαινε λέγεις;καὶ πάλι καὶ πάλι σοι προσελεύσομαι· οἶδα μαλάσσεινκαὶ σοῦ σκληροτέρας. νῦν δʼ ὑγίαινε, γύναι.τρὶς λῃστὴς ὁ Ἔρως καλοῖτʼ ἂν ὄντως·ἀγρυπνεῖ, θρασύς ἐστιν, ἐκδιδύσκει.