ὥσπερ τοῖς προτέροις ἤθεσι μεμφομένη.καὶ νῦν ὁ βλοσυρωπός, ὁ χάλκεος, ὁ βραδυπειθής,ὁ πρὶν ἀερσιπότης, ἤριπον ἐξαπίνης·πάντα δʼ ἔναλλα γένοντο· πεσὼν δʼ ἐπὶ γούνασι κούρῃἴαχον· ἱλήκοις, ἤλιτεν ἡ νεότης.ὁ θρασὺς ὑψαύχην τε, καὶ ὀφρύας εἰς ἓν ἀγείρωνκεῖται παρθενικῆς παίγνιον ἀδρανέος·ὁ πρὶν ὑπερβασίῃ δοκέων τὴν παῖδα χαλέπτειν,αὐτὸς ὑποδμηθεὶς ἐλπίδος ἐκτὸς ἔβη.καὶ ῥʼ ὁ μὲν ἱκεσίοισι πεσὼν θηλύνεται οἴκτοις·ἡ δὲ κατʼ ὀφθαλμῶν ἄρσενα μῆνιν ἔχει.παρθένε θυμολέαινα, καὶ εἰ χόλον ἔνδικον αἶθες,σβέσσον ἀγηνορίην, ἐγγὺς ἴδες Νέμεσιν.εἰ καὶ τηλοτέρω Μερόης τεὸν ἴχνος ἐρείσεις,πτηνὸς Ἔρως πτηνῷ κεῖσε μένει με φέρει.εἰ καὶ ἐς ἀντολίην πρὸς ὁμόχροον ἵξεαι Ἠῶ,πεζὸς ἀμετρήτοις ἕψομαι ἐν σταδίοις.εἰ δέ τι σοι στέλλω βύθιον γέρας, ἵλαθι, κούρη.εἰς σὲ θαλασσαίη τοῦτο φέρει Παφίη, ˘κάλλεϊ νικηθεῖσα τεοῦ χροὸς ἱμερόεντος,τὸ πρὶν ἐπʼ ἀγλαΐῃ θάρσος ἀπωσαμένη.ποίην τις πρὸς Ἔρωτος ἴοι τρίβον; ἐν μὲν ἀγυιαῖςμαχλάδος οἰμώξεις χρυσομανεῖ σπατάλῃ·εἰ δʼ ἐπὶ παρθενικῆς πελάσεις λέχος, ἐς γάμον ἥξειςἔννομον, ἢ ποινὰς τὰς περὶ τῶν φθορέων.κουριδίαις δὲ γυναιξὶν ἀτερπέα κύπριν ἐγείρειντίς κεν ὑποτλαίη, πρὸς χρέος ἑλκόμενος;μοίχια λέκτρα κάκιστα, καὶ ἔκτοθέν εἰσιν ἐρώτων,ὧν μέτα παιδομανὴς κείσθω ἀλιτροσύνη.χήρη δʼ, ἡ μὲν ἄκοσμος ἔχει πάνδημον ἐραστήν,καὶ πάντα φρονέει δήνεα μαχλοσύνης·ἡ δὲ σαοφρονέουσα μόλις φιλότητι μιγεῖσαδέχνυται ἀστόργου κέντρα παλιμβολίης,καὶ στυγέει τὸ τελεσθὲν ἔχουσα δὲ λείψανον αἰδοῦς,ἂψ ἐπὶ λυσιγάμους χάζεται ἀγγελίας.ἢν δὲ μιγῇς ἰδίῃ θεραπαινίδι, τλῆθι καὶ αὐτὸςδοῦλος ἐναλλάγδην δμωίδι γινόμενος·εἰ δὲ καὶ ὀθνείῃ, τότε σοι νόμος αἶσχος ἀνάψει,ὕβριν ἀνιχνεύων σώματος ἀλλοτρίου.πάντʼ ἄρα Διογένης ἔφυγεν τάδε, τὸν δʼ ὑμέναιον