νέρθεν ὑπὸ σχοίνοις γαστέρι συρόμενος,ὠρθούμην κατὰ βαιόν, ὅπη βατὸν ἔπλετο τεῖχος·ἄγχι δὲ τῆς κούρης στέρνον ἐρεισάμενος,μαζοὺς μὲν κρατέεσκον· ὑπεθρύφθην δὲ προσώπῳ,μάστακα πιαίνων χείλεος εὐαφίῃ.ἦν δʼ ἄρα μοι τὰ λάφυρα καλὸν στόμα, καὶ τὸ φίλημασύμβολον ἐννυχίης εἶχον ἀεθλοσύνης.οὔπω δʼ ἐξαλάπαξα φίλης πύργωμα κορείης,ἀλλʼ ἔτʼ ἀδηρίτῳ σφίγγεται ἀμβολίῃ.ἔμπης ἢν ἑτέροιο μόθου στήσωμεν ἀγῶνα,ναὶ τάχα πορθήσω τείχεα παρθενίης,οὐ δʼ ἔτι με σχήσουσιν ἐπάλξιες. ἢν δὲ τυχήσω,στέμματα σοὶ πλέξω, Κύπρι τροπαιοφόρε.Ψαῦε μελισταγέων στομάτων, δέπας· εὗρες, ἄμελγε·οὐ φθονέω, τὴν σὴν δʼ ἤθελον αἶσαν ἔχειν.ἐξότε τηλεφίλου πλαταγήματος ἠχέτα βόμβοςγαστέρα μαντῴου μάξατο κισσυβίου,ἔγνων ὡς φιλέεις με· τὸ δʼ ἀτρεκὲς αὐτίκα πείσειςεὐνῆς ἡμετέρης πάννυχος ἁπτομένη.τοῦτό σε γὰρ δείξει παναληθέα· τοὺς δὲ μεθυστὰςκαλλείψω λατάγων πλήγμασι τερπομένους.Ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὁππόσος ἡμῖνταῖς ἀταλοψύχοις ἔχραε θηλυτέραις.τοῖς μὲν γὰρ παρέασιν ὁμήλικες, οἷς τὰ μερίμνηςἄλγεα μυθεῦνται φθέγματι θαρσαλέῳ,παίγνιὰ τʼ ἀμφιέπουσι παρήγορα, καὶ κατʼ ἀγυιὰςπλάζονται γραφίδων χρώμασι ῥεμβόμενοιἡμῖν δʼ οὐδὲ φάος λεύσσειν θέμις, ἀλλὰ μελάθροιςκρυπτόμεθα, ζοφεραῖς φροντίσι τηκόμεναι.ἱμερτὴ Μαρίη μεγαλίζεται· ἀλλὰ μετέλθοιςκείνης, πότνα Δίκη, κόμπον ἀγηνορίης·μὴ θανάτῳ, βασίλεια· τὸ δʼ ἔμπαλιν, ἐς τρίχας ἥξοιγήραος, ἐς ῥυτίδας σκληρὸν ἵκοιτο ῥέθοςτίσειαν πολιαὶ τάδε δάκρυα· κάλλος ὑπόσχοιψυχῆς ἀμπλακίην, αἴτιον ἀμπλακίης.μηδὲν ἄγαν, σοφὸς εἶπεν ἐγὼ δέ τις ὡς ἐπέραστος,ὡς καλός, ἠέρθην ταῖς μεγαλοφροσύναις,καὶ ψυχὴν δοκέεσκον ὅλην ἐπὶ χερσὶν ἐμεῖοκεῖσθαι τῆς κούρης, τῆς τάχα κερδαλέης·ἡ δʼ ὑπερηέρθη, σοβαρὴν θʼ ὑπερέσχεθεν ὀφρύν,