ὤπασας, ὀλβίζω τὴν χάριν ὡς μεγάληνεἰ δʼ ἐπὶ τοῖς μίμνεις, ἀδικεῖς, ὅτι λάβρον ἀνῆψαςπυρσόν, ἀποσβέσσαι τοῦτον ἀναινομένη.Τήλεφον ὁ τρώσας καὶ ἀκέσσατο μὴ σύγε, κούρη,εἰς ἐμὲ δυσμενέων γίνεο πικροτέρη.ἐνθάδε μὲν χλοάουσα τεθηλότι βῶλος ὀράμνῳφυλλάδος εὐκάρπου πᾶσαν ἔδειξε χάρινἐνθάδε δὲ κλάζουσιν ὑπὸ σκιεραῖς κυπαρίσσοιςὄρνιθες δροσερῶν μητέρες ὀρταλίχωνκαὶ λιγυρὸν βομβεῦσιν ἀκανθίδες· ἡ δʼ ὀλολυγὼντρύζει, τρηχαλέαις ἐνδιάουσα βάτοις.ἀλλὰ τί μοι τῶν ἦδος, ἐπεὶ σέο μῦθον ἀκούεινἤθελον ἢ κιθάρης κρούσματα Δηλιάδος;καί μοι δισσὸς ἔρως περικίδναται· εἰσοράαν γὰρκαὶ σέ, μάκαρ, ποθέω, καὶ γλυκερὴν δάμαλιν,ἧς με περισμύχουσι μεληδόνες· ἀλλά με θεσμοὶεἴργουσιν ῥαδινῆς τηλόθι δορκαλίδος.θεσμὸν Ἔρως οὐκ οἶδε βιημάχος, οὐδέ τις ἄλληἀνέρα νοσφίζει πρῆξις ἐρωμανίης.εἰ δέ σε θεσμοπόλοιο μεληδόνος ἔργον ἐρύκειοὐκ ἄρα σοῖς στέρνοις λάβρος ἔνεστιν ἔρως.ποῖος ἔρως, ὅτε βαιὸς ἁλὸς πόρος οἶδε μερίζεινσὸν χρόα παρθενικῆς τηλόθεν ὑμετέρης;νηχόμενος Λείανδρος ὅσον κράτος ἐστὶν ἐρώτωνδείκνυεν, ἐννυχίου κύματος οὐκ ἀλέγωνσοὶ δέ, φίλος, παρέασι καὶ ὁλκάδες· ἀλλὰ θαμίζειςμᾶλλον Ἀθηναίῃ, Κύπριν ἀπωσάμενος.θεσμοὺς Παλλὰς ἔχει, Παφίη πόθον. εἰπέ· τίς ἀνὴρεἰν ἑνὶ θητεύσει Παλλάδι καὶ Παφίῃ;ἡ γραῦς ἡ φθονερὴ παρεκέκλιτο γείτονι κούρῃδόχμιον ἐν λέκτρῳ νῶτον ἐρεισαμένη,προβλὴς ὥς τις ἔπαλξις ἀνέμβατος· οἷα δὲ πύργοςἔσκεπε τὴν κούρην ἁπλοῒς ἐκταδίη·καὶ σοβαρὴ θεράπαινα πύλας σφίγξασα μελάθρουκεῖτο χαλικρήτῳ νάματι βριθομένη.ἔμπης οὔ μʼ ἐφόβησαν ἐπεὶ στρεπτῆρα θυρέτρουχερσὶν ἀδουπήτοις βαιὸν ἀειράμενος,φρυκτοὺς αἰθαλόεντας ἐμῆς ῥιπίσμασι λώπηςἔσβεσα· καὶ διαδὺς λέχριος ἐν θαλάμῳτὴν φύλακα κνώσσουσαν ὑπέκφυγον ἦκα δὲ λέκτρου