τούσδε διακρίνει, πλέγματα βαλλομένους;εἴη μοι μελέεσσι τὰ Λήμνιος ἥρμοσεν ἄκμωνδεσμά, καὶ Ἡφαίστου πᾶσα δολορραφίη·μοῦνον ἐγώ, χαρίεσσα, τεὸν δέμας ἀγκὰς ἑλίξαςθελγοίμην ἐπὶ σοῖς ἅψεσι βοσκόμενοςδὴ τότε καὶ ξεῖνός με καὶ ἐνδάπιος καὶ ὁδίτης,πότνα, καὶ ἀρητήρ, χἠ παράκοιτις ἴδοι.σπεύδων εἰ φιλέει με μαθεῖν εὐῶπις Ἐρευθώ,πείραζον κραδίην πλάσματι κερδαλέῳ·“ βήσομαι ἐς ξείνην τινά που χθόνα· μίμνε δέ, κούρη,ἀρτίπος, ἡμετέρου μνῆστιν ἔχουσα πόθου.”ἡ δὲ μέγα στονάχησε καὶ ἥλατο, καὶ τὸ πρόσωπονπλῆξε, καὶ εὐπλέκτου βότρυν ἔρηξε κόμης,καί με μένειν ἱκέτευεν ἐγὼ δέ τις ὡς βραδυπειθὴςὄμματι θρυπτομένῳ συγκατένευσα μόνον.ὄλβιος ἐς πόθον εἰμί· τὸ γὰρ μενέαινον ἀνύσσαιπάντως, εἰς μεγάλην τοῦτο δέδωκα χάριν.ἐξότε μοι πίνοντι συνεψιάουσα Χαρικλὼλάθρῃ τοὺς ἰδίους ἀμφέβαλε στεφάνους,πῦρ ὀλοὸν δάπτει με· τὸ γὰρ στέφος, ὡς δοκέω, τιεἶχεν, ὃ καὶ Γλαύκην φλέξε Κρεοντιάδα.ἡ γραῦς ἡ τρικόρωνος, ἡ ἡμετέρους διὰ μόχθουςμοίρης ἀμβολίην πολλάκι δεξαμένη,ἄγριον ἦτορ ἔχει, καὶ θέλγεται οὔτʼ ἐπὶ χρυσῷ,οὔτε ζωροτέρῳ μείζονι κισσυβίῳ·τὴν κούρην δʼ αἰεὶ περιδέρκεται· εἰ δὲ ποτʼ αὐτὴνἀθρήσει κρυφίοις ὄμμασι ῥεμβομένην,ἆ μέγα τολμήεσσα ῥαπίσμασιν ἀμφὶ πρόσωπαπλήσσει τὴν ἁπαλὴν οἰκτρὰ κινυρομένην.εἰ δʼ ἐτεὸν τὸν Ἄδωνιν ἐφίλαο, Περσεφόνεια,οἴκτειρον ξυνῆς ἄλγεα τηκεδόνος.ἔστω δʼ ἀμφοτέροισι χάρις μία· τῆς δὲ γεραιῆςῥύεο τὴν κούρην, πρίν τι κακὸν παθέειν.ὄμμα πολυπτοίητον ὑποκλέπτουσα τεκούσης,συζυγίην μήλων δῶκεν ἐμοὶ ῥοδέωνθηλυτέρη χαρίεσσα. μάγον τάχα πυρσὸν ἐρώτωνλαθριδίως μήλοις μῖξεν ἐρευθομένοιςεἰμὶ γὰρ ὁ τλήμων φλογὶ σύμπλοκος· ἀντὶ δὲ μαζῶν,ὦ πόποι, ἀπρήκτοις μῆλα φέρω παλάμαις.εἴ ποτʼ ἐμοί, χαρίεσσα, τεῶν τάδε σύμβολα μαζῶν