ἀλλʼ οὔτʼ ἀνθρώπων φείδεται, οὔτε θεῶν.ἦ ῥά γε καὶ σύ, Φίλιννα, φέρεις πόνον; ἦ ῥα καὶ αὐτὴκάμνεις, αὐαλέοις ὄμμασι τηκομένη;ἢ σὺ μὲν ὕπνον ἔχεις γλυκερώτατον, ἡμετέρης δὲφροντίδος οὔτε λόγος γίνεται οὔτε ἀριθμός;εὑρήσεις τὰ ὅμοια, τεὴν δʼ, ἀμέγαρτε, παρειὴνἀθρήσω θαμινοῖς δάκρυσι τεγγομένην.Κύπρις γὰρ τὰ μὲν ἄλλα παλίγκοτος· ἓν δέ τι καλὸνἔλλαχεν, ἐχθαίρειν τὰς σοβαρευομένας.χθιζά μοι Ἑρμώνασσα φιλακρήτους μετὰ κώμουςστέμμασιν αὐλείας ἀμφιπλέκοντι θύραςἐκ κυλίκων ἐπέχευεν ὕδωρ· ἀμάθυνε δὲ χαίτην,ἣν μόλις ἐς τρισσὴν πλέξαμεν ἀμφιλύκην.ἐφλέχθην δʼ ἔτι μᾶλλον ὑφʼ ὕδατος· ἐκ γὰρ ἐκείνηςλάθριον εἶχε κύλιξ πῦρ γλυκερῶν στομάτων.ἡ ῥαδινὴ Μελίτη ταναοῦ ἐπὶ γήραος οὐδῷτὴν ἀπὸ τῆς ἥβης οὐκ ἀπέθηκε χάριν,ἀλλʼ ἔτι μαρμαίρουσι παρηίδες, ὄμμα δὲ θέλγεινοὐ λάθε· τῶν δʼ ἐτέων ἡ δεκὰς οὐκ ὀλίγη·μίμνει καὶ τὸ φρύαγμα τὸ παιδικόν. ἐνθάδε δʼ ἔγνωνὅττι φύσιν νικᾶν ὁ χρόνος οὐ δύναται.δάκρυά μοι σπένδουσαν ἐπήρατον οἰκτρὰ Θεανὼεἶχον ὑπὲρ λέκτρων πάννυχον ἡμετέρωνἐξότε γὰρ πρὸς Ὄλυμπον ἀνέδραμεν ἕσπερος ἀστήρ,μέμφετο μελλούσης ἄγγελον ἠριπόλης.οὐδὲν ἐφημερίοις καταθύμιον· εἴ τις Ἐρώτωνλάτρις, νύκτας ἔχειν ὤφελε Κιμμερίων.πάντα σέθεν φιλέω· μοῦνον δὲ σὸν ἄκριτον ὄμμαἐχθαίρω, στυγεροῖς ἀνδράσι τερπόμενον.εἰργομένη φιλέειν με κατὰ στόμα δῖα Ῥοδάνθηζώνην παρθενικὴν ἐξετάνυσσε μέσην,καὶ κείνην φιλέεσκεν ἐγὼ δέ τις ὡς ὀχετηγὸςἀρχὴν εἰς ἑτέρην εἷλκον ἔρωτος ὕδωρ,αὐερύων τὸ φίλημα· περὶ ζωστῆρα δὲ κούρηςμάστακι ποππύζων, τηλόθεν ἀντεφίλουν.ἦν δὲ πόνου καὶ τοῦτο παραίφασις· ἡ γλυκερὴ γὰρζώνη πορθμὸς ἔην χείλεος ἀμφοτέρου,Φράξεό μοι, Κλεόφαντις, ὅση χάρις, ὁππότε δοιοὺςλάβρον ἐπαιγίζων ἶσος ἔρως κλονέει.ποῖος ἄρης, ἢ τάρβος ἀπείριτον, ἠὲ τίς αἰδὼς