γραπτὸν ἔχω ψυχῇ σῆς τύπον ἀγλαΐης.τοῦτον καὶ Φαέθοντι καὶ Ἄϊδι, βάρβαρε, δείξω,Κρῆσσαν ἐπισπέρχων εἰς σὲ δικασπολίην.Δειελινῷ χαρίεσσα Μενεκρατὶς ἔκχυτος ὕπνῳκεῖτο περὶ κροτάφους πῆχυν ἑλιξαμένη·;·τολμήσας δʼ ἐπέβην λεχέων ὕπερ. ὡς δὲ κελεύθουἥμισυ κυπριδίης ἤνυον ἀσπασίως,ἡ παῖς ἐξ ὕπνοιο διέγρετο, χερσὶ δὲ λευκαῖςκράατος ἡμετέρου πᾶσαν ἔτιλλε κόμηνμαρναμένης δὲ τὸ λοιπὸν ἀνύσσαμεν ἔργον ἔρωτος.ἡ δʼ ὑποπιμπλαμένη δάκρυσιν εἶπε τάδε·“σχέτλιε, νῦν μὲν ἔρεξας ὅ τοι φίλον, ᾧ ἔπι πουλὺνπολλάκι σῆς παλάμης χρυσὸν ἀπωμοσάμηνοἰχόμενος δʼ ἄλλην ὑποκόλπιον εὐθὺς ἑλίξεις·ἐστὲ γὰρ ἀπλήστου κύπριδος ἐργατίναι.”σοὶ τόδε τὸ κρήδεμνον, ἐμὴ μνήστειρα, κομίζω,χρυσεοπηνήτῳ λαμπόμενον γραφίδιβάλλε δὲ σοῖς πλοκάμοισιν ἐφεσσαμένη δʼ ὑπὲρ ὤμωνστήθεϊ παλλεύκῳ τήνδε δὸς ἀμπεχόνηνναὶ ναὶ στήθεϊ μᾶλλον, ὅπως ἐπιμάζιον εἴηἀμφιπεριπλέγδην εἰς σὲ κεδαννύμενον.καὶ τόδε μὲν φορέοις ἅτε παρθένος· ἀλλὰ καὶ εὐνὴνλεύσσοις καὶ τεκέων εὔσταχυν ἀνθοσύνην,ὄφρα σοι ἐκτελέσαιμι καὶ ἀργυφέην ἀναδέσμηνκαὶ λιθοκολλήτων πλέγματα κεκρυφάλων.ἄρσενας ἄλλος ἔχοι· φιλέειν δʼ ἐγὼ οἶδα γυναῖκας,ἐς χρονίην φιλίην οἷα φυλασσομένας.οὐ καλὸν ἡβητῆρες ἀπεχθαίρω γὰρ ἐκείνηντὴν τρίχα, τὴν φθονερήν, τὴν ταχὺ φυομένην.αὐτή μοι Κυθέρεια καὶ ἱμερόεντες Ἔρωτεςτήξουσιν κενεὴν ἐχθόμενοι κραδίην,ἄρσενας εἰ σπεύσω φιλέειν ποτέ· μήτε τυχήσω,μήτʼ ἐπολισθήσω μείζοσιν ἀμπλακίαις.ἄρκια θηλυτέρων ἀλιτήματα· κεῖνα κομίσσω,καλλείψω δὲ νέους ἄφρονι Πιτταλάκῳ.δηθύνει Κλεόφαντις· ὁ δὲ τρίτος ἄρχεται ἤδηλύχνος ὑποκλάζειν ἦκα μαραινόμενος.αἴθε δὲ καὶ κραδίης πυρσὸς συναπέσβετο λύχνῳ,μηδὲ μʼ ὑπʼ ἀγρύπνοις δηρὸν ἔκαιε πόθοις.πόσα τὴν Κυθέρειαν ἐπώμοσεν ἕσπερος ἥξειν,