τῆς μὲν ἐφιμείρων, τῇ δὲ χαριζόμενος·εἷλκε δέ μʼ ἡ φιλέουσα· πάλιν δʼ ἐγώ, οἷά τε τις φώρ,χείλεϊ φειδομένῳ τὴν ἑτέρην ἐφίλουν,ζῆλον ὑποκλέπτων τῆς γείτονος, ἧς τὸν ἔλεγχονκαὶ τὰς λυσιπόθους ἔτρεμον ἀγγελίας.ὀχθήσας δʼ ἄρʼ ἔειπον Ἐμοὶ τάχα καὶ τὸ φιλεῖσθαιὡς τὸ φιλεῖν χαλεπόν, δισσὰ κολαζομένῳ.οὔτε ῥόδον στεφάνων ἐπιδεύεται, οὔτε σὺ πέπλων,οὔτε λιθοβλήτων, πότνια, κεκρυφάλων.μάργαρα σῆς χροιῆς ἀπολείπεται, οὐδὲ κομίζειχρυσὸς ἀπεκτήτου σῆς τριχὸς ἀγλαΐηνἸνδῴη δʼ ὑάκινθος ἔχει χάριν αἴθοπος αἴγλης,ἀλλὰ τεῶν λογάδων πολλὸν ἀφαυροτέρην·χείλεα δὲ δροσόεντα, καὶ ἡ μελίφυρτος ἐκείνηστήθεος ἁρμονίη, κεστὸς ἔφυ Παφίης.Γούτοις πᾶσιν ἐγὼ καταδάμναμαι· ὄμμασι μούνοιςθέλγομαι, οἷς ἐλπὶς μείλιχος ἐνδιάει.τήν ποτε βακχεύουσαν ἐν εἴδεϊ θηλυτεράων,τὴν χρυσέῳ κροτάλῳ σειομένην σπατάλην,γῆρας ἔχει καὶ νοῦσος ἀμείλιχος· οἱ δὲ φιληταί,οἵ ποτε τριλλίστως ἀντίον ἐρχόμενοινῦν μέγα πεφρίκασι· τὸ δʼ αὐξοσέληνον ἐκεῖνοἐξέλιπεν, συνόδου μηκέτι γινομένης.μαζοὺς χερσὶν ἔχω, στόματι στόμα καὶ περὶ δειρὴνἄσχετα λυσσώων βόσκομαι ἀργυφέην,οὔπω δʼ ἀφρογένειαν ὅλην ἕλον ἀλλʼ ἔτι κάμνω,παρθένον ἀμφιέπων λέκτρον ἀναινομένην.ἥμισυ γὰρ Παφίῃ, τὸ δʼ ἄρʼ ἥμισυ δῶκεν Ἀθήνῃ·αὐτὰρ ἐγὼ μέσσος τήκομαι ἀμφοτέρων.ἡ πάρος ἀγλαΐῃσι μετάρσιος, ἡ πλοκαμῖδαςσειομένη πλεκτὰς, καὶ σοβαρευομένη,ἡ μεγαλαυχήσασα καθʼ ἡμετέρης μελεδώνης,γήραϊ ῥικνώδης, τὴν πρὶν ἀφῆκε χάριν.μαζὸς ὑπεκλίνθη, πέσον ὀφρύες, ὄμμα τέτηκται,χείλεα βαμβαίνει φθέγματι γηραλέῳ.τὴν πολιὴν καλέω Νέμεσιν πόθου, ὅττι δικάζειἔννομα, ταῖς σοβαραῖς θᾶσσον ἐπερχομένη,τὴν πρὶν ἐνεσφρήγισσεν Ἔρως θρασὺς εἰκόνα μορφῆςἡμετέρης θερμῷ βένθεϊ σῆς κραδίης,φεῦ φεῦ, νῦν ἀδόκητος ἀπέπτυσας· αὐτὰρ ἐγώ τοι