ἥρμοσε Λειάνδρῳ. . θυμέ, τὸ λοιπὸν ἔα.Ἡφαίστου τελέθεις· καὶ πείθομαι, ὅττι χαλέπτωνΚύπριδα, θωπεύεις δεσποτικὴν ὀδύνην.βόστρυχον ὠμογέροντα τί μέμφεαι, ὄμματά θʼ ὑγρὰδάκρυσιν; ὑμετέρων παίγνια ταῦτα πόθωνφροντίδες ἀπρήκτοιο πόθου τάδε, ταῦτα βελέμνωνσύμβολα, καὶ δολιχῆς ἔργα νυχεγρεσίης.καὶ γάρ που λαγόνεσσι ῥυτὶς παναώριος ἤδη,καὶ λαγαρὸν δειρᾖ δέρμα περικρέμαται.ὁππόσον ἡβάσκει φλογὸς ἄνθεα, τόσσον ἐμεῖοἅψεα γηράσκει φροντίδι γυιοβόρῳ.ἀλλὰ κατοικτείρασα δίδου χάριν· αὐτίκα γάρ μοιχρὼς ἀναθηλήσει κρατὶ μελαινομένῳ,ὄμματα Φυλλὶς ἔπεμπε κατὰ πλόον ὅρκος ἀλήτηςπλάζετο, Δημοφόων δʼ ἦεν ἄπιστος ἀνήρ.νῦν δέ, φίλη, πιστὸς μὲν ἐγὼ παρὰ θῖνα θαλάσσηςΔημοφόων σὺ δὲ πῶς, Φυλλίς, ἄπιστος ἔφυς;ἀνέρα λυσσητῆρι κυνὸς βεβολημένον ἰῷὕδασι θηρείην εἰκόνα φασὶ βλέπειν.λυσσώων τάχα πικρὸν Ἔρως ἐνέπηξεν ὀδόνταεἰς ἐμέ, καὶ μανίαις θυμὸν ἐληίσατο·σὴν γὰρ ἐμοὶ καὶ πόντος ἐπήρατον εἰκόνα φαίνει,καὶ ποταμῶν δῖναι, καὶ δέπας οἰνοχόον,τί στενάχεις; β. φιλέω. α. τίνα; β. παρθένον. α. ἦ ῥά γε καλήν;καλὴν ἡμετέροις ὄμμασι φαινομένην.ποῦ δέ μιν εἰσενόησας; β. ἐκεῖ ποτὶ δεῖπνον ἐπελθὼνξυνῇ κεκλιμένην ἔδρακον ἐν στιβάδι.ἐλπίζεις δὲ τυχεῖν; β. ναὶ, ναί, φίλος· ἀμφαδίην δὲοὐ ζητῶ φιλίην, ἀλλʼ ὑποκλεπτομένην.τὸν νόμιμον μᾶλλον φεύγεις γάμον. β. ἀτρεκὲς ἔγνων,ὅττι γε τῶν κτεάνων πουλὺ τὸ λειπόμενον.ἔγνως; οὐ φιλέεις, ἐψεύσαο· πῶς δύναται γὰρψυχὴ ἐρωμανέειν ὀρθὰ λογιζομένη;μηκέτι τις πτήξειε πόθου βέλος· ἰοδόκην γὰρεἰς ἐμὲ λάβρος Ἔρως ἐξεκένωσεν ὅλην.μὴ πτερύγων τρομέοι τις ἐπήλυσιν ἐξότε γάρ μοιλὰξ ἐπιβὰς στέρνοις πικρὸν ἔπηξε πόδα,ἀστεμφής, ἀδόνητος ἐνέζεται, οὐδὲ μετέστη,εἰς ἐμὲ συζυγίην κειράμενος πτερύγων.δισσῶν θηλυτέρων μοῦνός ποτε μέσσος ἐκείμην,