οὔθʼ ἁπαλῆς Λήδης ἐστʼ ἀπολειπομένη·εἰ μὴ τὰς πόρνας παραπέμπεται· οἶδα γὰρ αὐτὸντῶν βασιλευουσῶν παρθενικῶν φθορέα,Πρόκριτός ἐστι, Φίλιννα, τεὴ ῥυτὶς ἢ ὀπὸς ἥβηςπάσης· ἱμείρω δʼ ἀμφὶς ἔχειν παλάμαιςμᾶλλον ἐγὼ σέο μῆλα καρηβαρέοντα κορύμβοις,ἢ μαζὸν νεαρῆς ὄρθιον ἡλικίης.σὸν γὰρ ἔτι φθινόττωρον ὑπέρτερον εἴαρος ἄλλης,χεῖμα σὸν ἀλλοτρίου θερμότερον θέρεος.ὄμματά σευ βαρύθουσι, πόθου πνείοντα, Χαρικλοῖ,οἷάπερ ἐκ λέκτρων ἄρτι διεγρομένης·ἔσκυλται δὲ κόμη, ῥοδέης δʼ ἀμάρυγμα παρειῆςὦχρος ἔχει λευκός, καὶ δέμας ἐκλέλυται.κεἰ μὲν παννυχίῃσιν ὁμιλήσασα παλαίστραιςταῦτα φέρεις, ὄλβου παντὸς ὑπερπέτεταιὅς σε περιπλέγδην ἔχε πήχεσιν εἰ δέ σε τήκει·θερμὸς ἔρως, εἴης εἰς ἐμὲ τηκομένη.Κεκρύφαλοι σφίγγουσι τεὴν τρίχα; τήκομαι οἴστρῳῬείης πυργοφόρου δείκελον εἰσορόων.ἀσκεπές ἐστι κάρηνον; ἐγὼ ξανθίσμασι χαίτηςἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον.ἀργενναῖς ὀθόνῃσι κατήορα βόστρυχα κεύθεις;οὐδὲν ἐλαφροτέρη φλὸξ κατέχει κραδίην.μορφὴν τριχθαδίην Χαρίτων τριὰς ἀμφιπολεύει·πᾶσα δέ μοι μορφὴ πῦρ ἴδιον προχέει.εἰμί μὲν οὐ φιλόοινος· ὅταν δʼ ἐθέλῃς με μεθύσσαι,πρῶτα σὺ γευομένη πρόσφερε, καὶ δέχομαι.εἰ γὰρ ἐπιψαύσεις τοῖς χείλεσιν, οὐκέτι νήφεινεὐμαρὲς, οὐδὲ φυγεῖν τὸν γλυκὺν οἰνοχόονπορθμεύει γὰρ ἔμοιγε κύλιξ παρὰ σοῦ τὸ φίλημα,καί μοι ἀπαγγέλλει τὴν χάριν ἣν ἔλαβεν.φεῦ φεῦ, καὶ τὸ λάλημα τὸ μείλιχον ὁ φθόνος εἴργει,βλέμμα τε λαθριδίως φθεγγομένων βλεφάρων·ἱσταμένης δʼ ἄγχιστα τεθήπαμεν ὄμμα γεραιῆς,οἷα πολύγληνον βουκόλον Ἰναχίης.ἵστασο, καὶ σκοπίαζε, μάτην δὲ σὸν ἦτορ ἀμύσσου·οὐ γὰρ ἐπὶ ψυχῆς ὄμμα τεὸν τανύσεις.μήποτε, λύχνε, μύκητα φέροις, μηδʼ ὄμβρον ἐγείροις,μὴ τὸν ἐμὸν παύσῃς νυμφίον ἐρχόμενον,αἰεὶ σὺ φθονέεις τῇ Κύπριδι, καὶ γὰρ ὅθʼ Ἡρὼ