κρυπτέον· ἐχθαίρω τὴν ἀθυροστομίην.τίπτε πέδον, Χρύσιλλα, κάτω νεύουσα δοκεύεις,καὶ ζώνην παλάμαις οἷά περ ἀκρολυτεῖς;αἰδὼς νόσφι πέλει τῆς Κύπριδος· εἰ δʼ ἄρα σιγᾷς,νεύματι τὴν Παφίην δεῖξον ὑπερχομένη,ὤμοσα μιμνάζειν σέο τηλόθεν, ἀργέτι κούρη,ἄχρι δυωδεκάτης, ὦ πόποι, ἠριπόλης·οὐ δʼ ἔτλην ὁ τάλας· τὸ τὰρ αὔριον ἄμμι φαάνθητηλοτέρω μήνης, ναὶ μὰ σέ, δωδεκάτης.ἀλλὰ θεοὺς ἱκέτευε, φίλη, μὴ ταῦτα χαράξαιὅρκια ποιναίης νῶτον ὑπὲρ σελίδος·θέλγε δὲ σαῖς χαρίτεσσιν ἐμὴν φρένα· μὴ δέ με μάστιξ,πότνα, κατασμύξῃ καὶ σέο καὶ μακάρων.εἶδον ἐγὼ ποθέοντας· ὑπʼ ἀτλήτοιο δὲ λύσσηςδηρὸν ἐν ἀλλήλοις χείλεα πηξάμενοι,οὐ κόρον εἶχον ἔρωτος ἀφειδέος· ἱέμενοι δέ,εἰ θέμις, ἀλλήλων δύμεναι ἐς κραδίην,ἀμφασίης ὅσον ὅσσον ὑπεπρήυνον ἀνάγκην,ἀλλήλων μαλακοῖς φάρεσιν ἑσσάμενοι.καὶ ῥʼ ὁ μὲν ἦν Ἀχιλῆι πανείκελος, οἷος ἐκεῖνοςτῶν Λυκομηδείων ἔνδον ἔην θαλάμωνκούρη δʼ ἀργυφέης ἐπιγουνίδος ἄχρι χιτῶναζωσαμένη, Φοίβης εἶδος ἀπεπλάσατο.καὶ πάλιν ἠρήρειστο τὰ χείλεα· γυιοβόρον γὰρεἶχον ἀλωφήτου λιμὸν ἐρωμανίης.ῥεῖά τις ἡμερίδος στελέχη δύο σύμπλοκα λύσει,στρεπτά, πολυχρονίῳ πλέγματι συμφυέα,ἢ κείνους ʽφιλέοντας, ὑπʼ ἀντιπόροισὶ τʼ ἀγοστοῖςὑγρὰ περιπλέγδην ἅψεα δησαμένους.τρὶς μάκαρ, ὃς τοίοισι, φίλη, δεσμοῖσιν ἑλίχθη,τρὶς μάκαρ· ἀλλʼ ἡμεῖς ἄνδιχα καιόμεθα.δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσώποιςἕσπερος, ὑβριστὴν μῦθον ἐπευξαμένη.ὕβρις ἔρωτας ἔλυσε. μάτην ὅδε μῦθος ἀλᾶται·ὕβρις ἐμὴν ἐρέθει μᾶλλον ἐρωμανίην.ὤμοσα γὰρ λυκάβαντα μένειν ἀπάνευθεν ἐκείνης·ὦ πόποι· ἀλλʼ ἱκέτης πρώιος εὐθὺς ἔβην.νῦν καταγιγνώσκω καὶ τοῦ Διὸς ὡς ἀνεράστου,μὴ μεταβαλλομένου τῆς σοβαρᾶς ἕνεκα·οὔτε γὰρ Εὐρώπης, οὐ τῆς Δανάης περὶ κάλλος,