δίψαν Τανταλέην τλήσεται εὐμαρέως.Παρμενὶς οὐκ ἔργῳ· τὸ μὲν οὔνομα καλὸν ἀκούσαςὠισάμην σὺ δέ μοι πικροτέρη θανάτου·καὶ φεύγεις φιλέοντα, καὶ οὐ φιλέοντα διώκεις,ὄφρα πάλιν κεῖνον καὶ φιλέοντα φύγῃς.κεντρομανὲς δʼ ἄγκιστρον ἔφυ στόμα, καί με δακόνταεὐθὺς ἔχει ῥοδέου χείλεος ἐκκρεμέα.ὦ παλάμη πάντολμε, σὺ τὸν παγχρύσεον ἔτληςἀπρὶξ δραξαμένη βόστρυχον αὐερύσαι·ἔτλης· οὐκ ἐμάλαξε τεὸν θράσος αἴλινος αὐδή,σκύλμα κόμης, αὐχὴν μαλθακὰ κεκλιμένος.νῦν θαμινοῖς πατάγοισι μάτην τὸ μέτωπον ἀράσσεις·οὐκέτι γὰρ μαζοῖς σὸν θέναρ ἐμπελάσει.μή, λίτομαι, δέσποινα, τόσην μὴ λάμβανε ποινὴνμᾶλλον ἐγὼ τλαίην φάσγανον ἀσπασίως.ὦ σοβαρὴ Ῥοδόπη, Παφίης εἴξασα βελέμνοιςκαὶ τὸν ὑπερφίαλον κόμπον ἀπωσαμένη,ἀγκὰς ἑλοῦσὰ μʼ ἔχεις παρὰ σὸν λέχος· ἐν δʼ ἄρα δεσμοῖςκεῖμαι, ἐλευθερίης οὐκ ἐπιδευόμενος.οὕτω γὰρ ψυχή τε καὶ ἔκχυτα σώματα φωτῶνσυμφέρεται, φιλίης ῥεύμασι μιγνύμενα.ἡδύ, φίλοι, μείδημα τὸ Λαΐδος· ἡδὺ κατʼ αὖ τῶνἠπιοδινήτων δάκρυ χέει βλεφάρων.χθιζά μοι ἀπροφάσιστον ἐπέστενεν, ἐγκλιδὸν ὤμῳἡμετέρῳ κεφαλὴν δηρὸν ἐρεισαμένη·μυρομένην δʼ ἐφίλησα· τὰ δʼ ὡς δροσερῆς ἀπὸ πηγῆςδάκρυα μιγνυμένων πῖπτε κατὰ στομάτων.εἶπε δʼ ἀνειρομένῳ, τίνος εἵνεκα δάκρυα λείβεις;δείδια μή με λίπῃς· ἐστὲ γὰρ ὁρκαπάται.ὄμματα δινεύεις κρυφίων ἰνδάλματα πυρσῶν,χείλεα δʼ ἀκροβαφῆ λοξὰ παρεκτανύεις,καὶ πολὺ κιχλίζουσα σοβεῖς εὐβόστρυχον αἴγλην,ἐκχυμένας δʼ ὁρόω τὰς σοβαρὰς παλάμας.ἀλλʼ οὐ σῆς κραδίης ὑψαύχενος ὤκλασεν ὄγκος·οὔπω ἐθηλύνθης, οὐδὲ μαραινομένη.ῥίψωμεν, χαρίεσσα, τὰ φάρεα· γυμνὰ δὲ γυμνοῖςἐμπελάσει γυίοις γυῖα περιπλοκάδην·μηδὲν ἔοι τὸ μεταξύ· Σεμιράμιδος γὰρ ἐκεῖνοτεῖχος ἐμοὶ δοκέει λεπτὸν ὕφασμα σέθενστήθεα δʼ ἐζεύχθω, τὰ [τε] χείλεα· τἆλλα δὲ σιγῇ