ἄφθογγον σὺ δέ μοι καὶ τὸ λάλημα φέρεις,κεῖνο τὸ Σειρήνων γλυκερώτερον, ᾧ ἔπι πᾶσαιεἰσὶν ἐμῆς ψυχῆς ἐλπίδες ἐκκρεμέες.ὡς εἶδον Μελίτην, ὦχρός μʼ ἕλε· καὶ γὰρ ἀκοίτηςκείνη ἐφωμάρτει· τοῖα δʼ ἔλεξα τρέμων“ τοῦ σοῦ ἀνακροῦσαι δύναμαι πυλεῶνος ὀχῆας,δικλίδος ὑμετέρης τὴν βάλανον χαλάσας,καὶ δισσῶν προθύρων πλαδαρὴν κρηπῖδα περῆσαι,ἄκρον ἐπιβλῆτος μεσσόθι πηξάμενος;”ἡ δὲ λέγει γελάσασα, καὶ ἀνέρα λοξὸν ἰδοῦσα·τῶν προθύρων ἀπέχου, μή σε κύων ὀλέσῃ.τὴν φιλοπουλυγέλωτα κόρην ἐπὶ νυκτὸς ὀνείρουεἶχον, ἐπισφίγξας πήχεσιν ἡμετέροις.πείθετό μοι ξύμπαντα, καὶ οὐκ ἀλέγιζεν, ἐμεῖοκύπριδι παντοίῃ σώματος ἁπτομένου·ἀλλὰ βαρύζηλός τις Ἔρως καὶ νύκτα λοχήσαςἐξέχεεν φιλίην, ὕπνον ἀποσκεδάσας.ὧδέ μοι οὐδʼ αὐτοῖσιν ἐν ὑπναλέοισιν ὀνείροιςἄφθονός ἐστιν Ἔρως κέρδεος ἡδυγάμου.μακρὰ φιλεῖ Γαλάτεια καὶ ἔμψοφα, μαλθακὰ Δημώ,Δωρὶς ὀδακτάζει. τίς πλέον ἐξερέθει;οὔατα μὴ κρίνωσι φιλήματα· γευσάμενοι δὲτριχθαδίων στομάτων, ψῆφον ἐποισόμεθα.ἐπλάγχθης, κραδίη· τὰ φιλήματα μαλθακὰ Δημοῦςἔγνως καὶ δροσερῶν ἡδὺ μέλι στομάτων·μίμνʼ ἐπὶ τοῖς· ἀδέκαστον ἔχει στέφος. εἰ δέ τις ἄλλῃτέρπεται, ἐκ Δημοῦς ἡμέας οὐκ ἐρύσει.Κιχλίζεις, χρεμέτισμα γάμου προκέλευθον ἱεῖσαἥσυχά μοι νεύεις· πάντα μάτην ἐρέθεις.ὤμοσα τὴν δυσέρωτα κόρην, τρισὶν ὤμοσα πέτραις,μήποτε μειλιχίοις ὄμμασιν εἰσιδέειν.παῖζε μόνη τὸ φίλημα. μάτην πόππυζε σεαυτῇχείλεσι γυμνοτάτοις, οὔ τινι μισγομένοις.αὐτὰρ ἐγὼν ἑτέρην ὁδὸν ἔρχομαι· εἰσὶ γὰρ ἄλλαικρέσσονες εὐλέκτρου Κύπριδος ἐργάτιδες.μαλθακὰ μὲν Σαπφοῦς τὰ φιλήματα, μαλθακὰ γυίωνπλέγματα χιονέων, μαλθακὰ πάντα μέλη·ψυχὴ δʼ ἐξ ἀδάμαντος ἀπειθέος· ἄχρι γὰρ οἴωνἔστιν ἔρως στομάτων, τἆλλα δὲ παρθενίης.καὶ τίς ὑποτλαίη; τάχα τις τάχα τοῦτο ταλάσσας