χείλεϊ σῷ, ῥοδέων ἁβροτέρῳ καλύκων,Τάνταλος ἀκριτόδακρυς, ὑπερτέλλοντα δὲ πέτρονδείδιεν ἀλλὰ θανεῖν δεύτερον οὐ δύναται.αὐτὰρ ἐγὼ ζωὸς μὲν ἐὼν κατατήκομαι οἴστρῳ,ἐκ δʼ ὀλιγοδρανίης καὶ μόρον ἐγγὺς ἔχω.πᾶσαν ἐγὼ τὴν νύκτα κινύρομαι· εὖτε δʼ ἐπέλθῃὄρθρος ἐλινῦσαι μικρὰ χαρίζόμενος,ἀμφιπεριτρύζουσι χελιδόνες, ἐς δέ με δάκρυβάλλουσιν, γλυκερὸν κῶμα παρωσάμεναι.ὄμματα δʼ οὐ λάοντα φυλάσσεται· ἡ δὲ Ῥοδάνθηςαὖθις ἐμοῖς στέρνοις φροντὶς ἀναστρέφεται.ὦ φθονεραὶ παύσασθε λαλητρίδες· οὐ γὰρ ἔγωγετὴν Φιλομηλείην γλῶσσαν ἀπεθρισάμηνἀλλʼ Ἴτυλον κλαίοιτε κατʼ οὔρεα, καὶ γοάοιτεεἰς ἔποπος κραναὴν αὖλιν ἐφεζόμεναι,βαιὸν ἵνα κνώσσοιμεν ἴσως δέ τις ἥξει ὄνειρος,ὅς με Ῥοδανθείοις πήχεσιν ἀμφιβάλοι.τὸ ξίφος ἐκ κολεοῖο τί σύρεται; οὐ μὰ σέ, κούρη,οὐχ ἵνα τι πρήξω Κύπριδος ἀλλότριον,ἀλλʼ ἵνα σοι τὸν Ἄρηα, καὶ ἀζαλέον περ ἐόντα,δείξω τῇ μαλακῇ Κύπριδι πειθόμενον.οὗτος ἐμοὶ πτοθέοντι συνέμπορος, οὐδὲ κατόπτρουδεύομαι, ἐν δʼ αὐτῷ δέρκομαι αὑτὸν ἐγώ,κἀλαὸς ὡς ἐν ἔρωτι. σὺ δʼ ἢν ἀπʼ ἐμεῖο λάθηαι,τὸ ξίφος ἡμετέρην δύσεται ἐς λαγόνα.ἐσβέσθη φλογεροῖο πυρὸς μένος· οὐκέτι κάμνω,ἀλλὰ καταθνῄσκω ψυχόμενος, Παφίῃ·ἤδη γὰρ μετὰ σάρκα διʼ ὀστέα καὶ φρένας ἕρπειπαμφάγον ἀσθμαίνων οὗτος πικρὸς Ἔρως.καὶ φλὸξ ἐν τελεταῖς ὅτε θύματα πάντα λαφύξῃ,φορβῆς ἠπανίῃ ψύχεται αὐτομάτως.τῷ χρυσῷ τὸν ἔρωτα μετέρχομαι· οὐ γὰρ ἀρότρῳἔργα μελισσάων γίνεται ἢ σκαπάνῃ,ἀλλʼ ἔαρι δροσερῷ· μέλιτός γε μὲν Ἀφρογενείηςὁ χρυσὸς τελέθει ποικίλος ἐργατίνης.Σῴζεό σοι μέλλων ἐνέπειν, παλίνορσον ἰωὴνἂψ ἀνασειράζω, καὶ πάλιν ἄγχι μένω·σὴν γὰρ ἐγὼ δασπλῆτα διάστασιν οἷά τε πικρὴννύκτα καταπτήσσω τὴν Ἀχεροντιάδα.ἤματι γὰρ σέο φέγγος ὁμοίιον ἀλλὰ τὸ μέν που