οἷα δορικτήτους δῆσεν ἐμεῦ παλάμας·αὐτὰρ ἐγὼ τὸ πρὶν μὲν ἐκάγχασα, δεσμὰ τινάξαιΔωρίδος ἱμερτῆς εὐμαρὲς οἰόμενος·ὡς δὲ διαρρῆξαι σθένος οὐκ ἔχον, ἔστενον ἤδη,οἷά τε χαλκείῃ σφιγκτὸς ἀλυκτοπέδῃ.καὶ νῦν ὁ τρισάποτμος ἀπὸ τριχὸς ἠέρτημαι,δεσπότις ἔνθʼ ἐρύσῃ, πυκνὰ μεθελκόμενος.τὸ στόμα ταῖς Χαρίτεσσι, προσώπατα δʼ ἄνθεσι θάλλει,ὄμματα τῇ παφίῃ, τὼ χέρε τῇ κιθάρῃ.συλεύεις βλεφάρων φάος ὄμμασιν, οὖας ἀοιδῇ·πάντοθεν ἀγρεύεις τλήμονας ἠιθέους.Ἱππομένην φιλέουσα, νόον προσέρεισα Λεάνδρῳ·ἐν δὲ Λεανδρείοις χείλεσι πηγνυμένη,εἰκόνα τὴν Ξάνθοιο φέρω φρεσί· πλεξαμένη δὲΞάνθον, ἐς Ἱππομένην νόστιμον ἦτορ ἄγω.πάντα τὸν ἐν παλάμῃσιν ἀναίνομαι· ἄλλοτε δʼ ἄλλοναἰὲν ἀμοιβαίοις πήχεσι δεχνυμένη,ἀφνειὴν Κυθέρειαν ὑπέρχομαι. εἰ δέ τις ἡμῖνμέμφεται, ἐν πενίῃ μιμνέτω οἰογάμῳ.αὔριον ἀθρήσω σε. τὸ δʼ οὔ ποτε γίνεται ἡμῖν,ἠθάδος ἀμβολίης αἰὲν ἀεξομένης.ταῦτά μοι ἱμείροντι χαρίζεαι· ἄλλα δʼ ἐς ἄλλουςδῶρα φέρεις, ἐμέθεν πίστιν ἀπειπαμένη.ὄψομαι ἑσπερίη σε. τί δʼ ἕσπερός ἐστι γυναικῶν;γῆρας ἀμετρήτῳ πληθόμενον ῥυτίδι.ὁ πρὶν ἀμαλθάκτοισιν ὑπὸ φρεσὶν ἡδὺν ἐν ἥβῃοἰστροφόρου Παφίης θεσμὸν ἀπειπάμενος,γυιοβόροις βελέεσσιν ἀνέμβατος ὁ πρὶν Ἐρώτων,αὐχένα σοι κλίνω, Κύπρι, μεσαιπόλιος.δέξο με καγχαλόωσα, σοφὴν ὅτι Παλλάδα νικᾷςνῦν πλέον ἢ τὸ πάρος μήλῳ ἔφʼ Ἑσπερίδων.ἦλθες ἐμοὶ ποθέοντι παρʼ ἐλπίδα· τὴν δʼ ἐνὶ θυμῷἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην,καὶ τρομέω, κραδίη τε βυθῷ πελεμίζεται οἴστρῳ,ψυχῆς πνιγομένης κύματι Κυπριδίῳ.ἀλλʼ ἐμὲ τὸν ναυηγὸν ἐπʼ ἠπείροιο φανέντασῶε, τεῶν λιμένων ἔνδοθι δεξαμένη.ναὶ τάχα Τανταλέης Ἀχερόντια πήματα ποινῆςἡμετέρων ἀχέων ἐστὶν ἐλαφρότερα.οὐ γὰρ ἰδὼν σέο κάλλος, ἀπείργετο χείλεα μῖξαι