οὕτως ὑπνώσαις, Κωνώπιον, ὡς ἐμὲ ποιεῖςκοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροιςοὕτως ὑπνώσαις, ἀδικωτάτη, ὡς τὸν ἐραστὴνκοιμίζεις· ἐλέου δʼ οὐδʼ ὄναρ ἠντίασας.γείτονες οἰκτείρουσι· σὺ δʼ οὐδʼ ὄναρ . ἡ πολιὴ δὲαὐτίκʼ ἀναμνήσει ταῦτά σε πάντα κόμη.ψυχή μοι προλέγει φεύγειν πόθον Ἡλιοδώρας,δάκρυα καὶ ζήλους τοὺς πρὶν ἐπισταμένη.φησὶ μὲν ἀλλὰ φυγεῖν οὔ μοι σθένος· ἡ γὰρ ἀναιδὴςαὐτὴ καὶ προλέγει, καὶ προλέγουσα φιλεῖ.ὁσσάκι Κυδίλλης ὑποκόλπιος, εἴτε κατʼ ἦμαρ,εἴτʼ ἀποτολμήσας ἤλυθον ἑσπέριος,οἶδʼ ὅτι πὰρ κρημνὸν τέμνω πόρον, οἶδʼ ὅτι ῥιπτῶπάντα κύβον κεφαλῆς αἰὲν ὕπερθεν ἐμῆς.ἀλλὰ τί μοι πλέον ἐστί; † γὰρ θρασύς, ἠδʼ ὅταν ἕλκῃπάντοτʼ Ἔρως, ἀρχὴν οὐδʼ ὄναρ οἶδε φόβου.εἴτε σε κυανέῃσιν ἀποστίλβουσαν ἐθείραις,εἴτε πάλιν ξανθαῖς εἶδον, ἄνασσα, κόμαις,ἴση ἀπʼ ἀμφοτέρων λάμπει χά̆ς. ἦ ῥά γε ταύταιςθριξὶ συνοικήσει καὶ, πολιῇσιν Ἔρως.ποῦ σοι κεῖνα, Μέλισσα, τὰ χρύσεα καὶ περίοπτατῆς πολυθρυλήτου κάλλεα φαντασίης;ποῦ δʼ ὀφρύες, καὶ γαῦρα φρονήματα, καὶ μέγας αὐχὴν,καὶ σοβαρῶν ταρσῶν χρυσοφόρος σπατάλη;νῦν πενιχρὴ ψαφαρή τε κόμη, παρὰ ποσσί τε τρύχη·ταῦτα τὰ τῶν σπαταλῶν τέρματα παλλακίδων.νῦν μοι χαῖρε λέγεις, ὅτε σου τὸ πρόσωπον ἀπῆλθενκεῖνο, τὸ τῆς λύγδου, βάσκανε, λειότερον·νῦν μοι προσπαίζεις, ὅτε τὰς τρίχας ἠφάνικάς σου,τὰς ἐπὶ τοῖς σοβαροῖς αὐχέσι πλαζομένας.μηκέτι μοι, μετέωρε, προσέρχεο, μηδὲ συνάντα·ἀντὶ ῥόδου γὰρ ἐγὼ τὴν βάτον οὐ δέχομαι.ἁδὺ τὸ βινεῖν ἐστι· τίς οὐ λέγει; ἀλλʼ ὅταν αἰτῇχαλκόν, πικρότερον γίνεται ἐλλεβόρου.πάντα καλῶς, τό γε μήν, χρυσῆν ὅτι τὴν Ἀφροδίτην,ἔξοχα καὶ πάντων εἶπεν ὁ Μαιονίδας.ἢν μὲν γὰρ τὸ χάραγμα φέρῃς, φίλος, οὔτε θυρωρὸςἐν ποσίν, οὔτε κύων ἐν προθύροις δέδεται·ἢν δʼ ἑτέρως ἔλθῃς, καὶ ὁ Κέρβερος. ὦ πλεονέκται,οἱ πλούτου, πενίην ὡς ἀδικεῖτε νόμοι.