οὐ δρόμον ὠκυπόδην εἶχες ἐπʼ ἀντολίης,οὕτω μοι περὶ νύκτα, μόγις ποθέοντι φανεῖσαν,ἔρχεο δηθύνων ὡς παρὰ Κιμμερίοις.λῆξον,Ἔρως, κραδίης τε καὶ ἥπατος· εἰ δʼ ἐπιθυμεῖςβάλλειν, ἄλλο τί μου τῶν μελέων μετάβα.ἕλκος ἔχω τὸν ἔρωτα· ῥέει δέ μοι ἕλκεος ἰχώρ,δάκρυον, ὠτειλῆς οὔποτε τερσομένης.εἰμὶ γὰρ ἐκ κακότητος ἀμήχανος, οὐδὲ Μαχάωνἤπιά μοι πάσσει φάρμακα δευομένῳ.Τήλεφός εἰμι, κόρη, σὺ δὲ γίνεο πιστὸς Ἀχιλλεύςκάλλεϊ σῷ παῦσον τὸν πόθον, ὡς ἔβαλες.ὀφθαλμοί, τέο μέχρις ἀφύσσετε νέκταρ Ἐρώτων,κάλλεος ἀκρήτου ζωροπόται θρασέες;τῆλε; διαθρέξωμεν ὅπῃ σθένος· ἐν δὲ γαλήνῃνηφάλια σπείσω Κύπριδι Μειλιχίῃ.εἰ δʼ ἄρα του καὶ κεῖθι κατάσχετος ἔσσομαι οἴστρῳ,γίνεσθε κρυεροῖς δάκρυσι μυδαλέοι,ἔνδικον ὀτλήσοντες ἀεὶ πόνον· ἐξ ὑμέων γάρ,φεῦ, πυρὸς ἐς τόσσην ἤλθομεν ἐργασίην.Ἡμερίδας τρυγόωσιν ἐτήσιον, οὐδέ τις αὐτῶντοὺς ἕλικας, κόπτων βότρυν, ἀποστρέφεται.ἀλλά σε τὴν ῥοδόπηχυν, ἐμῆς ἀνάθημα μερίμνης,ὑγρὸν ἐνιπλέξας ἅμματι δεσμόν;, ἔχω,καὶ τρυγόω τὸν ἔρωτα· καὶ οὐ θέρος, οὐκ ἔαρ ἄλλοοἶδα μένειν, ὅτι μοι πᾶσα γέμεις χαρίτων.ὧδε καὶ ἡβήσειας ὅλον χρόνον εἰ δέ τις ἔλθῃλοξὸς ἕλιξ ῥυτίδων, τλήσομαι ὡς φιλέων.εἰπὲ τίνι πλέξεις ἔτι βόστρυχον, ἢ τίνι χεῖραςφαιδρυνέεις, ὀνύχων ἀμφιτεμὼν ἀκίδα;ἐς τί δὲ κοσμήσεις ἁλιανθέι φάρεα κόχλῳ,μηκέτι τῆς καλῆς ἐγγὺς ἐὼν Ῥοδόπης;ὄμμασιν οἷς Ῥοδόπην οὐ δέρκομαι, οὐδὲ φαεινῆςφέγγος ἰδεῖν ἐθέλω χρύσεον Ἠριπόλης.τὴν Νιόβην κλαίουσαν ἰδών ποτε βουκόλος ἀνὴρθάμβεεν, εἰ λείβειν δάκρυον οἶδε λίθος·αὐτὰρ ἐμὲ στενάχοντα τόσης κατὰ νυκτὸς ὁμίχληνἔμπνοος Εὐίππης οὐκ ἐλέαιρε λίθος.αἴτιος ἀμφοτέροισιν ἔρως, ὀχετηγὸς ἀνίηςτῇ Νιόβῃ τεκέων, αὐτὰρ ἐμοὶ παθέων.χρυσῆς εἰρύσσασα μίαν τρίχα Δωρὶς ἐθείρης,