κείραντα γλυκεροὺς τῆς ἀλόχου πλοκάμους,ὁπλότερος Πολέμων μιμήσατο, καὶ τὰ Ῥοδάνθηςβόστρυχα παντόλμοις χερσὶν ἐληίσατο,καὶ τραγικοῖς ἀχέεσσι τὸ κωμικὸν ἔργον ἀμείψας,μάστιξεν ῥαδινῆς ἅψεα θηλυτέρης.ζηλομανὲς τὸ κόλασμα· τί γὰρ τόσον ἤλιτε κούρη,εἴ με κατοικτείρειν ἤθελε τειρόμενον;σχέτλιος· ἀμφοτέρους δὲ διέτμαγε, μέχρι καὶ αὐτοῦβλέμματος ἐνστήσας αἴθοπα βασκανίην,ἀλλʼ ἔμπης τελέθει Μισούμενος· αὐτὰρ ἔγωγεδύσκολος, οὐχ ὁρόων τὴν Περικειρομένην.Κλέψωμεν, Ῥοδόπη, τὰ φιλήματα, τὴν τʼ ἐρατεινὴνκαὶ περιδήριτον Κύπριδος ἐργασίην.ἡδὺ λαθεῖν, φυλάκων τε παναγρέα κανθὸν ἀλύξαι·φώρια δʼ ἀμφαδίων λέκτρα μελιχρότερα,εἰ καὶ νῦν πολιή σε κατεύνασε, καὶ τὸ θαλυκρὸνκεῖνο κατημβλύνθη κέντρον ἐρωμανίης,ὤφελες, ὦ Κλεόβουλε, πόθους νεότητος ἐπιγνούς,νῦν καὶ ἐποικτείρειν ὁπλοτέρων ὀδύνας,μηδʼ ἐπὶ τοῖς ξυνοῖς κοτέειν μέγα, μηδὲ κομάωντὴν ῥαδινὴν κούρην πάμπαν ἀπαγλαΐσαι.ἀντὶ πατρὸς τῇ παιδὶ πάρος μεμέλησο ταλαίνῃ,καὶ νῦν ἐξαπίνης ἀντίπαλος γέγονας.μέχρι τίνος φλογόεσσαν ὑποκλέπτοντες ὀπωπὴνφώριον ἀλλήλων βλέμμα τιτυσκόμεθα;λεκτέον ἀμφαδίην μελεδήματα· κἤν τις ἐρύξῃ]μαλθακὰ λυσιπόνου πλέγματα συζυγίης,φάρμακον ἀμφοτέροις ξίφος ἔσσεται· ἥδιον ἡμῖνξυνὸν ἀεὶ μεθέπειν ἢ βίον ἢ θάνατον.εἴ ποτε μὲν κιθάρης ἐπαφήσατο πλῆκτρον ἑλοῦσακούρη, Τερψιχόρης ἀντεμέλιζε μίτοις·εἴ ποτε δὲ τραγικῷ ῥοιζήματι ῥήξατο φωνήν,αὐτῆς Μελπομένης βόμβον ἀπεπλάσατο·εἰ δὲ καὶ ἀγλαΐης κρίσις ἵστατο, μᾶλλον ἂν αὐτὴΚύπρις ἐνικήθη, κἀνεδίκαζε Πάρις.σιγῇ ἐφ̓ʼ ἡμείων, ἵνα μὴ Διόνυσος ἀκούσαςτῶν Ἀριαδνείων ζῆλον ἔχοι λεχέων.Φωσφόρε, μὴ τὸν Ἔρωτα βιάζεο, μηδὲ διδάσκου,Ἄρεϊ γειτονέων, νηλεὲς ἦτορ ἔχεινὡς δὲ πάρος, Κλυμένης ὁρόων Φαέθοντα μελάθρῳ,