ἐκ πυρός, εἰς ἑτέρην Κύπριδος ἀνθρακιήν;λήγω δʼ οὔποτʼ ἔρωτος ἀεὶ δέ μοι ἐξ Ἀφροδίτηςἄλγος ὁ μὴ κρίνων καινὸν ἄγει τι Πόθος·αἰεί μοι δινεῖ μὲν ἐν οὔασιν ἦχος Ἔρωτος,ὄμμα δὲ σῖγα Πόθοις τὸ γλυκὺ δάκρυ φέρει·οὐδʼ ἡ νύξ, οὐ φέγγος ἐκοίμισεν, ἀλλʼ ὑπὸ φίλτρωνἤδη που κραδίᾳ γνωστὸς ἔνεστι τύπος.ὦ πτανοί, μὴ καὶ ποτʼ ἐφίπτασθαι μέν, Ἔρωτες,οἴδατʼ, ἀποπτῆναι δʼ οὐδʼ ὅσον ἰσχύετε;Πυθιάς, εἰ μὲν ἔχει τινʼ, ἀπέρχομαι· εἰ δὲ καθεύδειὧδε μόνη, μικρόν, πρὸς Διός, ἐσκαλέσαις.εἰπὲ δὲ σημεῖον, μεθύων ὅτι καὶ διὰ κλωπῶνἦλθον, Ἔρωτι θρασεῖ χρώμενος ἡγεμόνι,Σφαιριστὰν τὸν Ἔρωτα τρέφω· σοὶ δʼ, Ἡλιοδώρα,βάλλει τὰν ἐν ἐμοὶ παλλομέναν κραδίαν.ἀλλʼ ἄγε συμπαίκταν δέξαι Πόθον εἰ δʼ ἀπὸ σεῦῥίψαις, οὐκ οἴσει τὰν ἀπάλαιστρον ὕβριν.λίσσομʼ, Ἔρως, τὸν ἄγρυπνον ἐμοὶ πόθον Ἡλιοδώραςκοίμισον, αἰδεσθεὶς Μοῦσαν ἐμὴν ἱκέτιν.ναὶ γὰρ δὴ τὰ σὰ τόξα, τὰ μὴ δεδιδαγμένα βάλλεινἄλλον, ἀεὶ δʼ ἐπʼ ἐμοὶ πτηνὰ χέοντα βέλη,εἰ καί με κτείναις, λείψω φωνὴν προϊένταγράμματʼεἰ φιλέεις, μὴ πάμπαν ὑποκλασθέντα χαλάσσῃςθυμὸν ὀλισθηρῆς ἔμπλεον ἱκεσίης·ἀλλά τι καὶ φρονέοις στεγανώτερον, ὅσσον ἐρύσσαιὀφρύας, ὅσσον ἰδεῖν βλέμματι φειδομένῳ.ἔργον γάρ τι γυναιξὶν ὑπερφιάλους ἀθερίζεινκαὶ κατακαγχάζειν τῶν ἄγαν οἰκτροτάτων.κεῖνος δʼ ἐστὶν ἄριστος ἐρωτικός, ὃς τάδε μίξειοἶκτον ἔχων ὀλίγῃ ξυνὸν ἀγηνορίῃ,χρύσεος ἀψαύστοιο διέτμαγεν ἅμμα κορείαςΖεύς, διαδὺς Δανάας χαλκελάτους θαλάμους.φαμὶ λέγειν τὸν μῦθον ἐγὼ τάδε· “ χάλκεα νικᾷτείχεα καὶ δεσμοὺς χρυσὸς ὁ πανδαμάτωρ.”χρυσὸς ὅλους ῥυτῆρας, ὅλας κληῖδας ἐλέγχει,χρυσὸς ἐπιγνάμπτει τὰς σοβαροβλεφάρους·καὶ Δανάας ἐλύγωσεν ὅδε φρένα. μή τις ἐραστὴςλισσέσθω Παφίαν, ἀργύριον παρέχων.τὸν σοβαρὸν Πολέμωνα, τὸν ἐν θυμέλῃσι Μενάνδρου