νέρθε δὲ πάνθʼ ὑπέραντλα νεώς, κοίλῃ δὲ θάλασσαπλημμύρει, γόνασιν δʼ ἔντρομός ἐστι σάλος.δύστανός τοι ζωὸς ἔτʼ ὢν Ἀχερουσίδα λίμνηνπλεύσετʼ ἄνωθʼ ἐπιβὰς γραὸς ἐπʼ εἰκοσόρῳ.ἴυγξ ἡ Νικοῦς, ἡ καὶ διαπόντιον ἕλκεινἄνδρα καὶ ἐκ θαλάμων παῖδας ἐπισταμένη,χρυσῷ ποικιλθεῖσα, διαυγέος ἐξ ἀμεθύστουγλυπτή, σοὶ κεῖται, Κύπρι, φίλον κτέανον,πορφυρέης ἀμνοῦ μαλακῇ τριχὶ μέσσα δεθεῖσα,τῆς Λαρισσαίης ξείνια φαρμακίδος.Μηλὼ καὶ Σατύρη τανυήλικες, Ἀντιγενείδεωπαῖδες, ταὶ Μουσῶν εὔκολοι ἐργάτιδες·Μηλὼ μὲν Μούσαις Πιμπληΐσι τοὺς ταχυχειλεῖςαὐλοὺς καὶ ταύτην πύξινον αὐλοδόκηνἡ φίλερως Σατύρη δὲ τὸν ἕσπερον οἰνοποτήρωνσύγκωμον, κηρῷ ζευξαμένη, δόνακα,ἡδὺν συριστῆρα, σὺν ᾧ πανεπόρφνιος ἠῶηὔγασεν αὐλείοις οὐ κοτέουσα θύραις.αἱ Σάμιαι Βιττὼ καὶ Νάννιον εἰς Ἀφροδίτηςφοιτᾶν τοῖς αὐτῆς οὐκ ἐθέλουσι νόμοις,εἰς δʼ ἕτερʼ αὐτομολοῦσιν, ἃ μὴ καλά. δεσπότι Κύπρι,μίσει τὰς κοίτης τῆς παρὰ σοὶ φυγάδας,οὔ μοι παιδομανὴς κραδία·τί δὲ τερπνόν,Ἔρωτες ,ἀνδροβατεῖν εἰ μὴ δούς τι λαβεῖν ἐθέλει;ἁ χεὶρ γὰρ τὰν χεῖρα. καλά με μένει παράκοιτις·ἔρροι πᾶς ἄρσην ἀρσενικαῖς λαβίσιν.σῇ, Παφίη Κυθέρεια, παρʼ ᾐόνι εἶδε ΚλέανδροςΝικοῦν ἐν χαροποῖς κύμασι νηχομένην·καιόμενος δʼ ὑπʼ Ἔρωτος ἐνὶ φρεσὶν ἄνθρακας ὡνὴρξηροὺς ἐκ νοτερῆς παιδὸς ἐπεσπάσατο.χὠ μὲν ἐναυάγει γαίης ἔπι· τὴν δέ, θαλάσσηςψαύουσαν, πρηεῖς εἴχοσαν αἰγιαλοί.νῦν δʼ ἴσος ἀμφοτέροις φιλίης πόθος οὐκ ἀτελεῖς γὰρεὐχαί, τὰς κείνης εὔξατʼ ἐπʼ ἠιόνος.τῷ θαλλῷ Διδύμη με συνήρπασεν ὤ μοι. ἐγὼ δὲτήκομαι, ὡς κηρὸς πὰρ πυρί, κάλλος ὁρῶν.εἰ δὲ μέλαινα, τί τοῦτο ; καὶ ἄνθρακες· ἀλλʼ ὅτʼ ἐκείνουςθάλψωμεν, λάμπουσ’ ὡς ῥόδεαι κάλυκες.δάκρυα καὶ κῶμοι, τί μʼ ἐγείρετε, πρὶν πόδας ἆραι