βαιὸν ἔχω τό γε λειφθέν, Ἔρως, ἐπὶ χείλεσι πνεῦμα·εἰ δʼ ἐθέλεις καὶ τοῦτʼ, εἰπέ, καὶ ἐκπτύσομαι,οὐ πλόκαμον Τιμοῦς, οὐ σάνδαλον Ἡλιοδώρας,οὐ τὸ μυρόρραντον Δημαρίου πρόθυρον,οὐ τρυφερὸν μείδημα βοώπιδος Ἀντικλείας,οὐ τοὺς ἀρτιθαλεῖς Δωροθέας στεφάνους·οὐκέτι σοὶ φαρέτρη πτερόεντας ὀιστοὺςκρύπτει, Ἔρως· ἐν ἐμοὶ πάντα γάρ ἐστι βέλη.οἶνος καὶ προπόσεις κατεκοίμισαν Ἀγλαονίκηναἱ δόλιαι, καὶ ἔρως ἡδὺς ὁ Νικαγόρεω,ἧς πάρα Κύπριδι ταῦτα μύροις ἔτι πάντα μυδῶντακεῖνται, παρθενίων ὑγρὰ λάφυρα πόθων,σάνδαλα, καὶ μαλακαί, μαστῶν ἐνδύματα, μίτραι.ὕπνου καὶ σκυλμῶν τῶν τότε μαρτύρια.ὁ κρόκος, οἵ τε μύροισιν ἔτι πνείοντες Ἀλεξοῦςσὺν μίτραις κισσοῦ κυάνεοι στέφανοιτῷ γλυκερῷ καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳκεῖνται, τῆς ἱερῆς ξείνια παννυχίδος.Ἠγρύπνησε Λεοντὶς ἕως πρὸς καλὸν Ἑῷονἀστέρα, τῷ χρυσέῳ τερπομένη Σθενίῳ·ἧς πάρα Κύπριδι τοῦτο τὸ σὺν Μούσαισι μελισθὲνβάρβιτον ἐκ κείνης κεῖτʼ ἔτι παννυχίδσς.πορφυρέην μάστιγα καὶ ἡνία σιγαλόενταΠλαγγὼν εὐίππων θῆκεν ἐπὶ προθύρων,νικήσασα κέλητι Φιλαινίδα τὴν πολύχαρμον,ἑσπερινῶν πώλων ἄρτι φρυασσομένων.Κύπρι φίλη, σὺ δὲ τῇδε πόροις νημερτέα νίκηςδόξαν, ἀείμνηστον τήνδε τιθεῖσα χάριν.Λυσιδίκη σοί, Κύπρι, τὸν ἱππαστῆρα μύωπα,χρύσεον εὐκνήμου κέντρον ἔθηκε ποδός,ᾧ πολὺν ὕπτιον ἵππον ἐγύμνασεν οὐ δὲ ποτʼ αὐτῆςμηρὸς ἐφοινίχθη κοῦφα τινασσομένης·ἦν γὰρ ἀκέντητος τελεοδρόμος· οὕνεκεν ὅπλονσοὶ κατὰ μεσσοπύλης χρύσεον ἐκρέμασεν.οὐκέτι, Τιμάριον, τὸ πρὶν γλαφυροῖο κέλητοςπῆγμα φέρει πλωτὸν Κύπριδος εἰρεσίην·ἀλλʼ ἐπὶ μὲν νώτοισι μετάφρενον, ὡς κέρας ἱστῷ,κυρτοῦται, πολιὸς δʼ ἐκλέλυται πρότονος·ἱστία δʼ αἰωρητὰ χαλᾷ σπαδονίσματα μαστῶνἐκ δὲ σάλου στρεπτὰς γαστρὸς ἔχει ῥυτίδας·