νὺξ μακρὴ καὶ χεῖμα, μέσην δʼ ἐπὶ Πλειάδα δύνει·κἀγὼ πὰρ προθύροις νίσσομαι ὑόμενος,τρωθεὶς τῆς δολίης κείνης πόθῳ· οὐ γὰρ ἔρωταΚύπρις, ἀνιηρὸν δʼ ἐκ πυρὸς ἧκε βέλος.κῦμα τὸ πικρὸν Ἔρωτος, ἀκοίμητοί τε πνέοντεςζῆλοι, καὶ κώμων χειμέριον πέλαγος,ποῖ φέρομαι; πάντῃ δὲ φρενῶν οἴακες ἀφεῖνται,ἦ πάλι τὴν τρυφερὴν Σκύλλαν ἐποψόμεθα;ἄστρα, καὶ ἡ φιλέρωσι καλὸν φαίνουσα Σελήνη,καὶ Νύξ, καὶ κώμων σύμπλανον ὀργάνιον,ἆρά γε τὴν φιλάσωτον ἔτʼ ἐν κοίταισιν ἀθρήσωἄγρυπνον, λύχνῳ πόλλʼ ἀποκλαομένην;ἦ τινʼ ἔχει σύγκοιτον ; ἐπὶ προθύροισι μαράναςδάκρυσιν ἐκδήσω τοὺς ἱκέτας στεφάνους,ἓν τόδʼ ἐπιγράψας· “ Κύπρι, σοὶ Μελέαγρος, ὁ μύστηςσῶν κώμων, στοργῆς σκῦλα τάδʼ ἐκρέμασεν.”γυμνὴν ἢν ἐσίδῃς Καλλίστιον, ὦ ξένε, φήσεις·ἤλλακται διπλοῦν γράμμα Συρηκοσίων.ἡ τρυφερὴ μʼ ἤγρευσε Κλεὼ τὰ γαλάκτινʼ, Ἄδωνι,τῇ σῇ κοψαμένη στήθεα παννυχίδι.εἰ δώσει κἀμοὶ ταύτην χάριν, ἢν ἀποπνεύσω,μὴ πρόφασις, σύμπλουν σύν με λαβὼν ἀπάγου.αὐτοὶ τὴν ἁπαλὴν Εἰρήνιον ἦγον Ἔρωτες,Κύπριδος ἐκ χρυσέων ἐρχομένην θαλάμων,ἐκ τριχὸς ἄχρι ποδῶν ἱερὸν θάλος, οἷά τε λύγδουγλυπτήν, παρθενίων βριθομένην χαρίτωνκαὶ πολλοὺς τότε χερσὶν ἐπʼ ἠιθέοισιν ὀιστοὺςτόξου Ἰτορφνρέης ἧκαν ἀφʼ ἁρπεδόνης.αἱ τρισσαὶ Χάριτες τρισσὸν στεφάνωμα συνείρανΖηνοφίλᾳ, τρισσᾶς σύμβολα καλλοσύνας·ἁ μὲν ἐπὶ χρωτὸς θεμένα πόθον, ἁ δʼ ἐπὶ μορφᾶςἵμερον, ἁ δὲ λόγοις τὸ γλυκύμυθον ἔπος.Τρισσάκις εὐδαίμων, ἇς καὶ Κύπρις ὥπλισεν εὐνὰν,καὶ Πειθὼ μύθους, καὶ γλυκὺ κάλλος Ἔρως.Ζηνοφίλᾳ κάλλος μὲν Ἔρως, σύγκοιτα δὲ φίλτραΚύπρις ἔδωκεν ἔχειν, αἱ Χάριτες δὲ χάριν.ναὶ μὰ τὸν εὐπλόκαμον Τιμοῦς φιλέρωτα κίκιννον,ναὶ μυρόπνουν Δημοῦς χρῶτα τὸν ὑπναπάτην,ναὶ πάλιν Ἰλιάδος φίλα παίγνια, ναὶ φιλάγρυπνονλύχνον, ἐμῶν κώμων πόλλʼ ἐπιδόντα τέλη,