ἄγγειλον τάδε, Δορκάς· ἰδοὺ πάλι δεύτερον αὐτῇκαὶ τρίτον ἄγγειλον, Δορκάς, ἅπαντα. τρέχε·μηκέτι μέλλε, πέτου — βραχύ μοι, βραχύ, Δορκάς, ἐπίσχες..Δορκάς, ποῖ σπεύδεις, πρίν σε τὰ πάντα μαθεῖν;πρόσθες δʼ οἷς εἴρηκα πάλαι — μᾶλλον δὲ ʽτί ληρῶ;ʼμηδὲν ὅλως εἴπῃς — ἀλλʼ ὅτι — πάντα λέγε·μὴ φείδου τὰ ἅπαντα λέγειν. καίτοι τί σε Δορκάς,ἐκπέμπω, σὺν σοὶ καὐτός, ἰδού, προάγων;τέσσαρες οἱ πίνοντες· ἐρωμένη ἔρχεθʼ ἑκάστῳ·ὀκτὼ γινσμένοις ἓν Χίον οὐχ ἱκανόν.παιδάριον, βαδίσας πρὸς Ἀρίστιον, εἰπὲ τὸ πρῶτονἡμιδεὲς πέμψαι· χοῦς γὰρ ἄπεισι δύοἀσφαλέως· οἶμαι δʼ ὅτι καὶ πλέον. ἀλλὰ τρόχαζε·ὥρας γὰρ πέμπτης πάντες ἀθροιζόμεθα.ἔγνων, οὒ μʼ ἔλαθες· τί θεούς; οὐ γάρ με λέληθας·ἔγνων μηκέτι νῦν ὄμνυε· πάντʼ ἔμαθον.ταῦτʼ ἦν, ταῦτʼ, ἐπίορκε; μόνη σὺ πάλιν, μόνη ὑπνοῖς;ὦ τόλμης καὶ νῦν, νῦν ἔτι φησί, μόνη.οὐχ ὁ περίβλεπτός σε Κλέων; κἂν μὴ τί δʼ ἀπειλῶ;ἔρρε, κακὸν κοίτης θηρίον, ἔρρε τάχος.καίτοι σοι δώσω τερπνὴν χάριν οἶδʼ ὅτι βούλεικεῖνον ὁρᾶν αὐτοῦ δέσμιος ὧδε μένε.εἰς ἀγορὰν βαδίσας, Δημήτριε, τρεῖς παρʼ Ἀμύντουγλαυκίσκους αἴτει, καὶ δέκα φυκίδια·καὶ κυφὰς καρῖδας ʽἀριθμήσει δέ σοι αὐτόσ̓εἴκοσι καὶ τέτορας δεῦρο λαβὼν ἄπιθι.καὶ παρὰ Θαυβορίου ῥοδίνους ἓξ πρόσλαβε .καὶ Τρυφέραν ταχέως ἐν παρόδῳ κάλεσον.μή με δόκει πιθανοῖς ἀπατᾷν δάκρυσσι, Φιλαινί.οἶδα· φιλεῖς γὰρ ὅλως οὐδένα μεῖζον ἐμοῦ,τοῦτον ὅσον παρʼ ἐμοὶ κέκλισαι χρόνον εἰ δʼ ἕτερός σεεἶχε, φιλεῖν ἂν ἔφης μεῖζον ἐκεῖνον ἐμοῦ.εἰπὲ Λυκαινίδι, Δορκάς· “ἴδʼ ὡς ἐπίτηκτα φιλοῦσαἥλως· οὐ κρύπτει πλαστὸν ἔρωτα χρόνος.”οὐκ ἀδικέω τὸν Ἔρωτα. γλυκύς, μαρτύρομαι αὐτὴνΚύπριν βέβλημαι δʼ ἐκ δολίου κέραος,καὶ πᾶς τεφροῦμαι· θερμὸν δʼ ἐπὶ θερμῷ ἰάλλειἄτρακτον, λωφᾷ δʼ οὐδʼ ὅσον ἰοβολῶν.χὠ θνητὸς τὸν ἀλιτρὸν ἐγώ, κεἰ πτηνὸς ὁ δαίμων,τίσομαι· ἐγκλήμων δʼ ἔσσομʼ ἀλεξόμενος;