Πωλείσθω, καὶ ματρὸς ἔτʼ ἐν κόλποισι καθεύδων,πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν;καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον, ἄκρα δʼ ὄνυξινκνίζει, καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ·πρὸς δʼ ἔτι λοιπὸν ἄθρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός,ἄγριον, οὐδʼ αὐτῇ μητρὶ φίλῃ τιθασὸνπάντα τέρας, τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλουςἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω.καίτοι λίσσετʼ, ἰδού, δεδακρυμένος. οὒ σ’ ἔτι πωλῶ·θάρσει· Ζηνοφίλᾳ σύντροφος ὧδε μένε,ναὶ τὰν Κύπριν, Ἔρως, φλέξω τὰ σὰ πάντα πυρώσας,τόξα τε καὶ Σκυθικὴν ἰοδόκον φαρέτρηνφλέξω, ναί, τί μάταια γελᾷς, καὶ σιμὰ σεσηρὼςμυχθίζεις; τάχα που σαρδάνιον γελάσεις.ἦ γάρ σευ τὰ ποδηγὰ Πόθων ὠκύπτερα κόψας,χαλκόδετον σφίγξω σοῖς περὶ ποσσὶ πέδην.καίτοι Καδμεῖον κράτος οἴσομεν, εἴ σε πάροικονψυχῇ συζεύξω, λύγκα παρʼ αἰπολίοις.ἀλλʼ ἴθι, δυσνίκητε, λαβὼν δʼ ἔπι κοῦφα πέδιλαἐκπέτασον ταχινὰς εἰς ἑτέρους πτέρυγας.τί ξένον, εἰ βροτολοιγὸς Ἔρως τὰ πυρίπνοα τόξαβάλλει, καὶ λαμυροῖς ὄμμασι πικρὰ γελᾷ;οὐ μάτηρ στέργει μὲν Ἄρη γαμέτις δὲ τέτυκταιἉφαίστου, κοινὰ καὶ πυρὶ καὶ ξίφεσιν;ματρὸς δʼ οὐ μάτηρ ἀνέμων μάστιξι Θάλασσατραχὺ βοᾷ; γενέτας δʼ οὔτε τις οὔτε τινός.τοὔνεκεν Ἁφαίστου μὲν ἔχει φλόγα. κύμασι δʼ ὀργὰνστέρξεν ἴσαν, Ἄρεως δʼ αἱματόφυρτα βέλη.τῶν † καρίων ἡμῖν λάβε † κώλακας ʽἀλλὰ πόθʼ ἤξεἰ,καὶ πέντε στεφάνους τῶν ῥοδίνων. τί τὸ Πάξ;οὐ φὴς κέρματʼ ἔχειν; διολώλαμεν. οὐ τροχιεῖ τιςτὸν Λαπίθην; λῃστήν, οὐ θεράποντʼ ἔχομεν.οὐκ ἀδικεῖς; οὐδέν; φέρε τὸν λόγον ἐλθὲ λαβοῦσα,Φρύνη, τὰς ψήφους. ὦ μεγάλου κινάδους.πέντʼ οἶνος δραχμῶν ἀλλᾶς δύοὦτα λέγεις σκόμβροι σησαμίδες, σχάδονες.αὔριον αὐτὰ καλῶς λογιούμεθα· νῦν δὲ πρὸς Αἴσχραντὴν μυρόπωλιν ἰὼν, πέντε λάβʼ ἀργυρέας.εἰπὲ δὲ σημεῖον, Βάκχων ὅτι πέντʼ ἐφίλησενἑξῆς, ὧν κλίνη μάρτυς ἐπεγράφετο.