ὄλβιον εἴθʼ ὑπʼ ἐμοῖς νῦν χείλεσι χείλεα θεῖσαἀπνευστὶ ψυχὰν τὰν ἐν ἐμοὶ προπίοι.ὄρθρε, τί μοι, δυσέραστε, ταχὺς περὶ κοῖτον ἐπέστηςἄρτι φίλας Δημοῦς χρωτὶ χλιαινομένῳ;εἴθε πάλιν στρέψας ταχινὸν δρόμον Ἕσπερος εἴης,ὦ γλυκὺ φῶς βάλλων εἰς ἐμὲ πικρότατον.ἤδη γὰρ καὶ πρόσθεν ἐπʼ Ἀλκμήνῃ Διὸς ἦλθεςἀντίος· οὐκ ἀδαής ἐσσι παλινδρομίης.ὄρθρε, τί νῦν, δυσέραστε, βραδὺς περὶ κόσμον ἑλίσσῃ,ἄλλος ἐπεὶ Δημοῦς θάλπεθʼ ὑπὸ χλανίδι;ἀλλʼ ὅτε τὰν ῥαδινὰν κόλποις ἔχον, ὠκὺς ἐπέστης,ὡς βάλλων ἐπʼ ἐμοὶ φῶς ἐπιχαιρέκακον.εὕδεις, Ζηνοφίλα, τρυφερὸν θάλος. εἴθʼ ἐπὶ σοὶ νῦνἄπτερος εἰσῄεινὝπνος ἐπὶ βλεφάροις,ὡς ἐπὶ σοὶ μηδʼ οὗτος, ὁ καὶ Διὸς ὄμματα θέλγων,φοιτήσαι, κάτεχον δʼ αὐτὸς ἐγώ σε μόνος.οἶδʼ ὅτι μοι κενὸς ὅρκος, ἐπεὶ σέ γε τὴν φιλάσωτονμηνύει μυρόπνους ἀρτιβρεχὴς πλόκαμος,μηνύει δʼ ἄγρυπνον ἰδοὺ βεβαρημένον ὄμμα,καὶ σφιγκτὸς στεφάνων ἀμφὶ κόμαισι μίτος·ἔσκυλται δʼ ἀκόλαστα πεφυρμένος ἄρτι κίκιννος,πάντα δʼ ὑπʼ ἀκρήτου γυῖα σαλευτὰ φαρεῖς.ἔρρε, γύναι πάγκοινε· καλεῖ σε γὰρ ἡ φιλόκωμοςπηκτὶς καὶ κροτάλων χειροτυπὴς πάταγος.δεινὸς Ἔρως, δεινός. τί δὲ τὸ πλέον, ἢν πάλιν εἴπω,καὶ πάλιν, οἰμώζων πολλάκι, δεινὸς Ἔρως ;ἦ γὰρ ὁ παῖς τούτοισι γελᾷ, καὶ πυκνὰ κακισθεὶςἥδεται· ἢν δʼ εἴπω λοίδορα, καὶ τρέφεται.θαῦμα δέ μοι, πῶς ἆρα διὰ γλαυκοῖο φανεῖσακύματσς, ἐξ ὑγροῦ, Κύπρι, σὺ πῦρ τέτοκας.κηρύσσω τὸν ἔρωτα, τὸν ἄγριον ἄρτι γὰρ ἄρτιὀρθρινὸς ἐκ κοίτας ᾤχετʼ ἀποπτάμενος.ἔστι δʼ ὁ παῖς γλυκύδακρυς, ἀείλαλος, ὠκύς, ἀθαμβής,σιμὰ γελῶν, πτερόεις νῶτα, φαρετροφόρος.πατρὸς δʼ οὐκέτʼ ἔχω φράζειν τίνος· οὔτε γὰρ Αἰθήρ,οὐ Χθών φησι τεκεῖν τὸν θρασύν, οὐ Πέλαγος·πάντῃ γὰρ καὶ πᾶσιν ἀπέχθεται. ἀλλʼ ἐσορᾶτεμή που νῦν ψυχαῖς ἄλλα τίθησι λίνα.καίτοι κεῖνος, ἰδού, περὶ φωλεόν. οὔ με λέληθας,τοξότα, Ζηνοφίλας ὄμμασι κρυπτόμενος.