ναὶ δοκέω, τοῦτʼ εἶπας. ἰώ, φιλέραστε, παλίμπουςστεῖχε· πάλαι τὴν σὴν οἴδαμεν ἀγγελίην.νύξ· σὲ γὰρ οὐκ ἄλλην μαρτύρομαι, οἷά μʼ ὑβρίζειΠυθιὰς ἡ Νικοῦς, οὖσα φιλεξαπάτις·κληθείς, οὐκ ἄκλητος, ἐλήλυθα. ταὐτὰ παθοῦσασοὶ μέμψαιτʼ ἔτʼ ἐμοῖς στᾶσα παρὰ προθύροις,ἓν τόδε, παμμήτειρα θεῶν, λίτομαί σε, φίλη Νύξ,ναὶ λίτομαι, κώμων σύμπλανε, πότνια Νύξ,εἴ τις ὑπὸ χλαίνῃ βεβλημένος Ἡλιοδώραςθάλπεται, ὑπναπάτῃ χρωτὶ χλιαινόμενος,κοιμάσθω μὲν λύχνος· ὁ δʼ ἐν κόλποισιν ἐκείνηςῥιπτασθεὶς κείσθω δεύτερος Ἐνδυμίων.ὦ Νύξ, ὦ φιλάγρυπνος ἐμοὶ πόθος Ἡλιοδώρας,καὶ † σκολιῶν ὄρθρων κνίσματα δακρυχαρῆ,ἆρα μένει στοργῆς ἐμὰ λείψανα, καὶ τὸ φίλημαμνημόσυνον ψυχρᾷ θάλπετʼ ἐν εἰκασίᾳ;ἆρά γʼ ἔχει σύγκοιτα τὰ δάκρυα, κἀμὸν ὄνειρονψυχαπάτην στέρνοις ἀμφιβαλοῦσα φιλεῖ;ἢ νέος ἄλλος ἔρως, νέα παίγνια; μήποτε, λύχνε,ταῦτʼ ἐσίδῃς, εἴης δʼ ἧς παρέδωκα φύλαξ.ὑετὸς ἦν καὶ νύξ, καὶ τὸ τρίτον ἄλγος ἔρωτι,οἶνος· καὶ Βορέης ψυχρός, ἐγὼ δὲ μόνος.ἀλλʼ ὁ καλὸς Μόσχος πλέον ἴσχυεν. “αἰ σὺ γὰρ οὕτωςἤλυες, οὐδὲ θύρην πρὸς μίαν ἡσύχασας.”τῇδε τοσαῦτʼ ἐβόησα βεβρεγμένος· “ἄχρι τίνος, Ζεῦ;Ζεῦ φίλε, σίγησον καὐτὸς ἐρᾶν ἔμαθες.”καὶ πυρὶ καὶ νιφετῷ με καί, εἰ βούλοιο, κεραυνῷβάλλε, καὶ εἰς κρημνοὺς ἕλκε καὶ εἰς πελάγη·τὸν γὰρ ἀπαυδήσαντα πόθοις καὶ Ἔρωτι δαμένταοὐδὲ Διὸς τρύχει πῦρ ἐπιβαλλόμενον.ἡδὺ θέρους διψῶντι χιὼν ποτόν ἡδὺ δὲ ναύταιςἐκ χειμῶνος ἰδεῖν εἰαρινὸν ζέφυρον·ἥδιον δʼ ὁπόταν κρύψῃ] μία τοὺς φιλέονταςχλαῖνα, καὶ αἰνῆται Κύπρις ὑπʼ ἀμφοτέρων.ἅδιον οὐδὲν ἔρωτος, ἃ δʼ ὄλβια, δεύτερα πάνταἐστὶν ἀπὸ στόματος δʼ ἔπτυσα καὶ τὸ μέλι.τοῦτο λέγει Νοσσίς· τίνα δʼ ἁ Κύπρις οὐκ ἐφίλασεν,οὐκ οἶδεν κήνα γʼ ἄνθεα ποῖα ῥόδα.τὸ σκύφος ἁδὺ γέγηθε, λέγει δʼ ὅτι τᾶς φιλέρωτοςΖηνοφίλας ψαύει τοῦ λαλιοῦ στόματος.