ὥς με μόνον προλιποῦσα μυρόπνοος ᾤχετʼ Ἀρίστη·ἑκταίην δʼ εὑρεῖν τὴν μάγον οὐ δύναμαι.ἀλλʼ ἔμπης αὐτὴν ζωγρήσομεν, ἢν ἐπιπέμψωΚύπριδος ἰχνευτὰς ἀργυρέους σκύλακας.ἀγχιάλου ῥηγμῖνος ἐπίσκοπε, σοὶ τάδε πέμπωψαιστία καὶ λιτῆς δῶρα θυηπολίης·αὔριον Ἰονίου γὰρ ἐπὶ πλατὺ κῦμα περήσω,σπεύδων ἡμετέρης κόλπον ἐς Εἰδοθέης·οὔριος ἀλλʼ ἐπίλαμψον ἐμῷ καὶ ἔρωτι καὶ ἱστῷ,δεσπότι καὶ θαλάμων, Κύπρι, καὶ ἠιόνων.μᾶλλον τῶν σοβαρῶν τὰς δουλίδας ἐκλεγόμεσθα,οἱ μὴ τοῖς σπαταλοῖς κλέμμασι τερπόμενοι.ταῖς μὲν χρὼς ἀπόδωδε μύρου, σοβαρόν τε φρύαγμα,καὶ μέχρι † κινδύνου ἑσπομένη σύνοδος·ταῖς δὲ χάρις καὶ χρὼς ἴδιος, καὶ λέκτρον ἑτοῖμον,δώροις ἐκ σπατάλης οὐκ † ἀλεγιζόμενον.μιμοῦμαι Πύρρον τὸν Ἀχιλλέος, ὃς προέκρινενἙρμιόνης ἀλόχου τὴν λάτριν Ἀνδρομάχην.οὐκέτι παιδομανὴς ὡς πρίν ποτε, νῦν δὲ καλοῦμαιθηλυμανής, καὶ νῦν δίσκος ἐμοὶ κρόταλον·ἀντὶ δέ μοι παίδων ἀδόλου χροὸς ἤρεσε γύψουχρώματα, καὶ φύκους ἄνθος ἐπεισόδιον.βοσκήσει δελφῖνας ὁ δενδροκόμης Ἐρύμανθος,καὶ πολιὸν πόντου κῦμα θοὰς ἐλάφους.οὔτε με παρθενικῆς τέρπει γάμος, οὔτε γεραιῆς·τὴν μὲν ἐποικτείρω, τὴν δὲ καταιδέομαι.εἴη μήτʼ ὄμφαξ, μήτʼ ἀσταφίς· ἡ δὲ πέπειροςἐς Κύπριδος θαλάμους ὥρια καλλοσύνη,οὐκ ἔλεγον, Προδίκη, Γηράσκομεν ; οὐ προεφώνουνἥξουσιν ταχέως αἱ διαλυσίφιλοι ;νῦν ῥυτίδες καὶ θρὶξ πολιὴ καὶ σῶμα ῥακῶδες,καὶ στόμα τὰς προτέρας οὐκέτʼ ἔχον χάριτας.μή τις σοι, μετέωρε, προσέρχεται, ἢ κολακεύωνλίσσεται; ὡς δὲ τάφον νῦν σε παρερχόμεθα.σοί με λάτριν γλυκύδωρος Ἔρως παρέδωκε, Βοῶπι,ταῦρον ὑποζεύξας εἰς πόθον αὐτόμολον,αὐτοθελῆ, πάνδουλον, ἑκούσιον, αὐτοκέλευστον,αἰτήσοντα πικρὴν μήποτʼ ἐλευθερίηνἄχρι, φίλη, πολιῆς καὶ γήραος· ὄμμα βάλοι δὲμήποτʼ ἐφʼ ἡμετέραις ἐλπίσι βασκανίη.