ἢν δʼ ἀγάγῃς τὴν παῖδα, δορᾷ στέψω σε λέοντος,κώνωψ, καὶ δώσω χειρὶ φέρειν ῥόπαλον.Νικαρέτης τὸ πόθοισι βεβαμμένον ἡδὺ πρόσωπον,πυκνὰ διʼ ὑψορόφων φαινόμενον θυρίδων,αἱ χαροπαὶ Κλεοφῶντος ἐπὶ προθύροις ἐμάραναν,Κύπρι φίλη, γλυκεροῦ βλέμματος ἀστεροπαί.ναὶ τὰν νηξαμέναν χαροποῖς ἐνὶ κύμασιν Κύπριν,ἔστι καὶ ἐκ μορφᾶς ἁ Τρυφέρα τρυφερά.ἐντὸς ἐμῆς κραδίης τὴν εὔλαλον Ἡλιοδώρανψυχὴν τῆς ψυχῆς αὐτὸς ἔπλασσεν Ἔρως.ἁ φίλερως χαροποῖς Ἀσκληπιὰς οἷα γαλήνηςὄμμασι συμπείθει πάντας ἐρωτοπλοεῖν.τρηχὺς ὄνυξ ὑπʼ Ἔρωτος ἀνέτραφες Ἡλιοδώρας·ταύτης γὰρ δύνει κνίσμα καὶ ἐς κραδίην.Ἑρμιόνῃ πιθανᾖ ποτʼ ἐγὼ συνέπαιζον, ἐχούσῃζωνίον ἐξ ἀνθέων ποικίλον, ὦ Παφίη,χρύσεα γράμματʼ ἔχον διόλου δʼ ἐγέγραπτο, “ φίλει με·καὶ μὴ λυπηθῇς, ἤν τις ἔχῃ μʼ ἕτερος.”Βοίδιον ηὑλητρὶς καὶ Πυθιάς, αἳ ποτʼ ἐρασταί,σοί, Κύπρι, τὰς ζώνας τάς τε γραφὰς ἔθεσαν.ἔμπορε καὶ φορτηγέ, τὸ σὸν βαλλάντιον οἶδενκαὶ πόθεν αἱ ζῶναι καὶ πόθεν οἱ πίνακες.Δημὼ λευκοπάρειε, σὲ μέν τις ἔχων ὑπόχρωτατέρπεται· ἁ δʼ ἐν ἐμοὶ νῦν στενάχει κραδία.εἰ δέ σε σαββατικὸς κατέχει πόθος, οὐ μέγα θαῦμα·ἔστι καὶ ἐν ψυχροῖς σάββασι θερμὸς ἔρως.Εὐφρὼ καὶ Θαῒς καὶ Βοίδιον, αἱ Διομήδουςγραῖαι, ναυκλήρων ὁλκάδες εἰκόσοροι,Ἆγιν καὶ Κλεοφῶντα καὶ Ἀνταγόρην, ἕνʼ ἑκάστη,γυμνούς, ναυηγῶν ἥσσονας, ἐξέβαλον.ἀλλὰ σὺν αὐταῖς νηυσὶ τὰ λῃστρικὰ τῆς Ἀφροδίτηςφεύγετε· Σειρήνων αἵδε γὰρ ἐχθρότεραι.ἡ λαμυρὴ μʼ ἔτρωσε Φιλαίνιον εἰ δὲ τὸ τραῦμαμὴ σαφές, ἀλλʼ ὁ πόνος δύεται εἰς ὄνυχα.οἴχομʼ, Ἔρωτες, ὄλωλα, διοίχομαι· εἰς γὰρ ἑταίραννυστάζων ἐπέβην, οἶδʼ, ἔθιγον τʼ Ἀίδα.Ἀνθοδίαιτε μέλισσα, τί μοι χροὸς Ἡλιοδώραςψαύεις, ἐκπρολιποῦσ’ εἰαρινὰς κάλυκας;ἦ σύ γε μηνύεις ὅτι καὶ γλυκὺ καὶ δυσύποιστον,πικρὸν ἀεὶ κραδίᾳ, κέντρον Ἔρωτος ἔχει;