αὐτοῦ μοι στέφανοι παρὰ δικλίσι ταῖσδε κρεμαστοὶμίμνετε, μὴ προπετῶς φύλλα τινασσόμενοι,οὓς δακρύοις κατέβρεξα· κάτομβρα γὰρ ὄμματʼ ἐρώντωνἀλλʼ, ὅταν οἰγομένης αὐτὸν ἴδητε θύρης,στάξαθʼ ὑπὲρ κεφαλῆς ἐμὸν ὑετόν, ὡς ἂν % ἄμεινονἡ ξανθή γε κόμη τἀμὰ πίῃ δάκρυα.τέσσαρες αἱ Χάριτες· ποτὶ γὰρ μία ταῖς τρισὶ κείναιςἄρτι ποτεπλάσθη, κἦτι μύροισι νοτεῖεὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα,ἇς ἄτερ οὐδʼ αὐταὶ ταὶ Χάριτες Χάριτες.Πλέξω λευκόιον, πλέξω δʼ ἁπαλὴν ἅμα μύρτοιςνάρκισσον, πλέξω καὶ τὰ γελῶντα κρίνα,πλέξω καὶ κρόκον ἡδὺν ἐπιπλέξω δʼ ὑάκινθονπορφυρέην, πλέξω καὶ φιλέραστα ῥόδα,ὡς ἂν ἐπὶ κροτάφοις μυροβοστρύχου Ἡλιοδώραςεὐπλόκαμον χαίτην ἀνθοβολῇ στέφανος.φαμὶ ποτʼ ἐν μύθοις τὰν εὔλαλον Ἡλιοδώραννικάσειν αὐτὰς τὰς Χάριτας χάρισιν.τίς μοι Ζηνοφίλαν λαλιὰν παρέδειξεν ἑταίραν;τίς μίαν ἐκ τρισσῶν ἤγαγέ μοι Χάριτα;ἦ ῥʼ ἐτύμως ἁνὴρ κεχαρισμένον ἄνυσεν ἔργον,δῶρα διδούς, καὐτὰν τὰν Χάριν ἐν χάριτι.Ὡμολόγησ’ ἥξειν εἰς νύκτα μοι ἡ πιβόητοςΝικώ, καὶ σεμνὴν ὤμοσε Θεσμοφόρονκοὐχ ἥκει, φυλακὴ δὲ παροίχεται. ἆρʼ ἐπιορκεῖνἤθελε; τὸν λύχνον, παῖδες, ἀποσβέσατε.Ὀξυβόαι κώνωπες, ἀναιδέες, αἵματος ἀνδρῶνσίφωνες, νυκτὸς κνώδαλα διπτέρυγα,βαιὸν Ζηνοφίλαν, λίτομαι, πάρεθʼ ἥσυχον ὕπνονεὕδειν, τἀμὰ δʼ ἰδοὺ σαρκοφαγεῖτε μέλη,καίτοι πρὸς τί μάτην αὐδῶ; καὶ θῆρες ἄτεγκτοιτέρπονται τρυφερῷ χρωτὶ χλιαινόμενοι.ἀλλʼ ἔτι νῦν προλέγω, κακὰ θρέμματα, λήγετε τόλμης,ἢ γνώσεσθε χερῶν ζηλοτύπων δύναμιν.Πταίης μοι, κώνωψ, ταχὺς ἄγγελος, οὔασι δʼ ἄκροιςΖηνοφίλας ψαύσας προσψιθύριζε τάδε·ἄγρυπνος “μίμνει σε· σὺ δʼ, ὦ λήθαργε φιλούντων,εὕδεις.” εἶα, πέτευ; ναί, φιλόμουσε, πέτευ·ἥσυχα δὲ φθέγξαι, μὴ καὶ σύγκοιτον ἐγείραςκινήσῃς ἐπʼ ἐμοὶ ζηλοτύπους ὀδύνας,