Βάκχου καὶ Μουσέων ἱλαρὴ λάτρι καὶ Κυθερείης,ἡδύγελως, τερπνὴ συμβολικῶν ταμίη,τίφθʼ ὁπόταν νήφω, μεθύεις σύ μοι, ἢν δὲ μεθυσθῶ,ἐκνήφεις; ἀδικεῖς συμποτικὴν φιλίην.ἔγχει, καὶ πάλιν εἰπέ, πάλιν, πάλιν Ἡλιοδώραςεἰπέ, σὺν ἀκρήτῳ τὸ γλυκὺ μίσγʼ ὄνομα·καί μοι τὸν βρεχθέντα μύροις καὶ χθιζὸν ἐόντα,μναμόσυνον κείνας ἀμφιτίθει στέφανον.δακρύει φιλέραστον ἰδοὺ ῥόδον, οὕνεκα κείνανἄλλοθι, κοὐ κόλποις ἁμετέροις ἐσορᾷ.ἔγχει τᾶς Πειθοῦς καὶ Κύπριδος Ἡλιοδώρας,καὶ πάλι τᾶς αὐτᾶς ἁδυλόγω Χάριτος.αὐτὰ γὰρ μίʼ ἐμοὶ γράφεται θεός, ἇς τὸ ποθεινὸνοὔνομʼ ἐν ἀκρήτῳ συγκεράσας πίομαι.ἵππον Ἀθήνιον ᾖσεν ἐμοὶ κακόν ἐν πυρὶ πᾶσαἼλιος ἦν, κἀγὼ κείνῃ ἅμʼ ἐφλεγόμαν,οὐ δείσας Δαναῶν δεκέτη πόνον ἐν δʼ ἑνὶ φέγγειτῷ τότε καὶ Τρῶες κἀγὼ ἀπωλόμεθα.ἁδὺ μέλος, ναὶ Πᾶνα τὸν Ἀρκάδα, πηκτίδι μέλπεις,Ζηνοφίλα, ναὶ Πᾶνʼ , ἁδὺ κρέκεις τι μέλος.ποῖ σε φύγω; πάντῃ με περιστείχουσιν Ἔρωτες,οὐδʼ ὅσον ἀμπνεῦσαι βαιὸν ἐῶσι χρόνον.ἢ γάρ μοι μορφὰ βάλλει πόθον, ἢ πάλι μοῦσα,ἢ χάρις, ἢ τί λέγω; πάντα πυρὶ φλέγομαι.Ἡδυμελεῖς Μοῦσαι σὺν πηκτίδι, καὶ λόγος ἔμφρωνσὺν Πειθοῖ, καὶ Ἔρως Κάλλος ὑφηνιοχῶν,Ζηνοφίλα, σαὶ σκῆπτρα Πόθων ἀπένειμαν, ἐπεί σοιαἱ τρισσαὶ Χάριτες τρεῖς ἔδοσαν χάριτας.ναὶ τὸν Ἔρωτα, θέλω τὸ παρʼ οὔασιν Ἡλιοδώρας·φθέγμα κλύειν ἢ τᾶς Λατοΐδεω κιθάρας.τίς, ῥόδον ὁ στέφανος Διονυσίου, ἢ ῥόδον αὐτὸςτοῦ στεφάνου; δοκέω, λείπεται ὁ στέφανος.ὁ στέφανος περὶ κρατὶ μαραίνεται Ἡλιοδώραςαὐτὴ δʼ ἐκλάμπει τοῦ στεφάνου στέφανος.ἤδη λευκόιον θάλλει, θάλλει δὲ φίλομβροςνάρκισσος, θάλλει δʼ οὐρεσίφοιτα κρίναἤδη δʼ ἡ φιλέραστος, ἐν ἄνθεσιν ὥριμον ἄνθος,Ζηνοφίλα Πειθοῦς ἡδὺ τέθηλε ῥόδον.λειμῶνες, τί μάταια κόμαις ἔπι φαιδρὰ γελᾶτε;ἁ γὰρ παῖς κρέσσων ἁδυπνόων στεφάνων.