Ἀντιγόνης, καὶ χρῶτα λαβὼν πρὸς χρῶτα, τὰ λοιπὰσιγῶ, μάρτυς ἐφʼ οἷς λύχνος ἐπεγράφετο.τὴν ἀπὸ τῆς Ἀσίης ὀρχηστρίδα, τὴν κακοτέχνοιςσχήμασιν ἐξ ἁπαλῶν κινυμένην ὀνύχων,αἰνέω, οὐχ ὅτι πάντα παθαίνεται, οὐδʼ ὅτι βάλλειτὰς ἁπαλὰς ἁπαλῶς ὧδε καὶ ὧδε χέρας·ἀλλʼ ὅτι καὶ τρίβακον περὶ πάσσαλον ὀρχήσασθαιοἶδε, καὶ οὐ φεύγει γηραλέας ῥυτίδας.γλωττίζει, κνίζει, περιλαμβάνει· ἢν δʼ ἐπιρίψῃτὸ σκέλος, ἐξ ᾅδου τὴν κορύνην ἀνάγει.τί στυγνή; τί ταῦτα κόμης εἰκαῖα, Φιλαινί,σκύλματα, καὶ νοτερῶν σύγχυσις ὀμματίων;μὴ τὸν ἐραστὴν εἶδες ἔχονθʼ ὑποκόλπιον ἄλλην;εἶπον ἐμοί· λύπης φάρμακʼ ἐπιστάμεθα.δακρύεις, οὐ φὴς δέ· μάτην ἀρνεῖσθʼ ἐπιβάλλῃ·ὀφθαλμοὶ γλώσσης ἀξιοπιστότεροι.ψαλμός, καὶ λαλιή, καὶ κωτίλον ὄμμα, καὶ ᾠδὴΞανθίππης, καὶ πῦρ ἄρτι καταρχόμενον,ὦ ψυχή, φλέξει σε· τὸ δʼ ἐκ τίνος, ἢ πότε, καὶ πῶς,οὐκ οἶδα· γνώσῃ, δύσμορε, τυφομένη.ὦ ποδός, ὦ κνήμης, ὦ τῶν ἀπόλωλα δικαίωςμηρῶν, ὦ γλουτῶν, ὦ κτενός, ὦ λαγόνων,ὦ ὤμοιν, ὦ μαστῶν, ὦ τοῦ ῥαδινοῖο τραχήλου,ὦ χειρῶν, ὦ τῶν μαίνομαι ὀμματίων,ὦ κατατεχνοτάτου κινήματος, ὦ περιάλλωνγλωττισμῶν, ὦ τῶν θῦʼ ἐμὲ φωναρίων.εἰ δʼ Ὀπικὴ καὶ Φλῶρα καὶ οὐκ ᾄδουσα τὰ Σαπφοῦς,καὶ Περσεὺς Ἰνδῆς ἠράσατʼ Ἀνδρομέδης.Ὤμοσ’ ἐγώ, δύο νύκτας ἀφʼ Ἡδυλίου, Κυθέρεια,σὸν κράτος, ἡσυχάσειν ὡς δοκέω δʼ, ἐγέλας,τοὐμὸν ἐπισταμένη τάλανος κακὸν οὐ γὰρ ὑποίσωτὴν ἑτέρην, ὅρκους δʼ εἰς ἀνέμους τίθεμαι.αἱροῦμαι δʼ ἀσεβεῖν κείνης χάριν, ἢ τὰ σὰ τηρῶνὅρκιʼ ἀποθνῄσκειν, πότνιʼ, ὑπʼ εὐσεβίης.Κεκροπὶ ῥαῖνε λάγυνε πολύδροσον ἰκμάδα Βάκχου,ῥαῖνε· δροσιζέσθω συμβολικὴ πρόποσις.σιγάσθω Ζήνων ὁ σοφὸς κύκνος, ἅ τε Κλεάνθουςμοῦσα μέλοι δʼ ἡμῖν ὁ γλυκύπικρος ἔρως.στρογγύλη, εὐτόρνευτε, μονούατε, μακροτράχηλε,ὑψαύχην, στεινῷ φθεγγομένη στόματι,