καὶ κεστοῦ φωνεῦσα μαγώτερα, καὶ παρέχουσαπάντα, καὶ αἰτῆσαι πολλάκι φειδομένη·τοιαύτην στέργοιμι Φιλαίνιον, ἄχρις ἂν εὕρωἄλλην, ὦ χρυσέη Κύπρι, τελειοτέρην.μὴ σύ γε, μηδʼ εἴ τοι πολὺ φέρτερος εἴδεται ὄσσωνἀμφοτέρων, κλεινοῦ κοῦρε Μεγιστοκλέους,κἢν στίλβῃ Χαρίτεσσι λελουμένος, ἀμφιδονοίηςτὸν καλὸν οὐ γὰρ ὁ παῖς ἤπιος οὐδʼ ἄκακος,ἀλλὰ μέλων πολλοῖσι, καὶ οὐκ ἀδίδακτος ἐρώτων.τὴν φλόγα ῥιπίζειν δείδιθι, δαιμόνιε.Νυκτερινή, δίκερως, φιλοπάννυχε, φαῖνε, Σελήνη,φαῖνε, διʼ εὐτρήτων βαλλομένη θυρίδωναὔγαζε χρυσέην Καλλίστιον ἐς τὰ φιλεύντωνἔργα κατοπτεύειν οὐ φθόνος ἀθανάτῃ.ὀλβίζεις καὶ τήνδε καὶ ἡμέας, οἶδα, Σελήνη·καὶ γὰρ σὴν ψυχὴν ἔφλεγεν Ἐνδυμίων.οὔπω σοι καλύκων γυμνὸν θέρος, οὐδὲ μελαίνειβότρυς ὁ παρθενίους πρωτοβολῶν χάριτας·ἀλλʼ ἤδη θοὰ τόξα νέοι θήγουσιν Ἔρωτες,Λυσιδίκη, καὶ πῦρ τύφεται ἐγκρύφιον.φεύγωμεν, δυσέρωτες, ἕως βέλος οὐκ ἐπὶ νευρῇ·μάντις ἐγὼ μεγάλης αὐτίκα πυρκαϊῆς.οὐ μέλλω ῥεύσειν χρυσός ποτε· βοῦς δὲ γένοιτοἄλλος, χὠ μελίθρους κύκνος ἐπῃόνιος.Ζηνὶ φυλασσέσθω τάδε παίγνια· τῇ δὲ Κορίννῃτοὺς ὀβολοὺς δώσω τοὺς δύο, κοὐ πέτομαι.πέντε δίδωσιν ἑνὸς τῇ δεῖνα ὁ δεῖνα τάλαντα,καὶ βινεῖ φρίσσων, καὶ μὰ τὸν οὐδὲ καλὴνπέντε δʼ ἐγὼ δραχμὰς τῶν δώδεκα Λυσιανάσσῃ,καὶ βινῶ πρὸς τῷ κρείσσονα καὶ φανερῶς.πάντως ἤτοι ἐγὼ φρένας οὐκ ἔχω, ἢ τό γε λοιπὸντοὺς κείνου πελέκει δεῖ διδύμους ἀφελεῖν.παρθένον Ἀλκίππην ἐφίλουν μέγα, καί ποτε πείσαςαὐτὴν λαθριδίως εἶχον ἐπὶ κλισίῃ.ἀμφοτέρων δὲ στέρνον ἐπάλλετο, μή τις ἐπέλθῃ,μή τις ἴδῃ τὰ πόθων κρυπτὰ περισσοτέρων.μητέρα δʼ οὐκ ἔλαθεν κείνης λάλον ἀλλʼ ἐσιδοῦσαἐξαπίνης, Ἑρμῆς κοινός, ἔφη. θύγατερ.στέρνα περὶ στέρνοις, μαστῷ δʼ ἔπι μαστὸν ἐρείσας,χείλεά τε γλυκεροῖς χείλεσι συμπιέσας