ἠράσθης πλουτῶν, Σωσίκρατες· ἀλλὰ πένης ὢνοὐκέτʼ ἐρᾷς· λιμὸς φάρμακον οἷον ἔχει.ἡ δὲ πάρος σε καλεῦσα μύρον καὶ τερπνὸν ἌδωνινΜηνοφίλα, νῦν σου τοὔνομα πυνθάνεται,τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πτόλις; ἦ μόλις ἔγνωςτοῦτʼ ἔπος, ὡς οὐδεὶς οὐδὲν ἔχοντι φίλος.ἡ χαλεπὴ κατὰ πάντα Φιλίστιον, ἡ τὸν ἐραστὴνμηδέποτʼ ἀργυρίου χωρὶς ἀνασχομένη,φαίνετʼ ἀνεκτοτέρη νῦν ἢ πάρος. οὐ μέγα θαῦμαφαίνεσθʼ ἠλλάχθαι τὴν φύσιν οὐ δοκέω.καὶ γὰρ πρηϋτέρη ποτὲ γίνεται ἀσπὶς ἀναιδής;δάκνει δʼ οὐκ ἄλλως ἢ θανατηφορίην.ἠράσθην Δημοῦς Παφίης γένος· οὐ μέγα θαῦμακαὶ Σαμίης Δημοῦς δεύτερον οὐχὶ μέγα·καὶ πάλι Ναξιακῆς Δημοῦς τρίτον οὐκέτι ταῦταπαίγνια· καὶ Δημοῦς τέτρατον Ἀργολίδος.αὐταί που Μοῖραί με κατωνόμασαν Φιλόδημον,ὡς αἰεὶ Δημοῦς θερμὸς ἔχει με πόθος.θῆλυς ἔρως κάλλιστος ἐνὶ θνητοῖσι τέτυκται,ὅσσοις ἐς φιλίην σεμνὸς ἔνεστι νόος.εἰ δὲ καὶ ἀρσενικὸν στέργεις πόθον, οἶδα διδάξαιφάρμακον, ᾧ παύσεις τὴν δυσέρωτα νόσον.στρέψας Μηνοφίλαν εὐίσχιον, ἐν φρεσὶν ἔλπουαὐτὸν ἔχειν κόλποις ἄρσενα Μηνόφιλον.θερμαίνει μʼ ὁ καλὸς Κορνήλιος· ἀλλὰ φοβοῦμαιτοῦτο τὸ φῶς, ἤδη πῦρ μέγα γιγνόμενον.Ἰσιὰς ἡδύπνευστε, καὶ εἰ δεκάκις μύρον ὄσδεις,ἔγρεο καὶ δέξαι χερσὶ φίλαις στέφανον,ὃν νῦν μὲν θάλλοντα, μαραινόμενον δὲ πρὸς ἠῶὄψεαι, ὑμετέρης σύμβολον ἡλικίης.κἢν ῥίψῃς ἐπὶ λαιά, καὶ ἢν ἐπὶ δεξιὰ ῥίψῃς,Κριναγόρη, κενεοῦ σαυτὸν ὕπερθε λέχους,εἰ μή σοι χαρίεσσα παρακλίνοιτο Γέμελλα,γνώσῃ κοιμηθεὶς οὐχ ὕπνον, ἀλλὰ κόπον.καὶ νυκτὸς μεσάτης τὸν ἐμὸν κλέψασα σύνευνονἦλθον, καὶ πυκινῇ τεγγομένη ψακάδι.τοὔνεκʼ ἐν ἀπρήκτοισι καθήμεθα, κοὐχὶ λαλεῦντεςεὕδομεν, ὡς εὕδειν τοῖς φιλέουσι θέμις;Μικκὴ καὶ μελανεῦσα Φιλαίνιον, ἀλλὰ σελίνωνοὐλοτέρη, καὶ μνοῦ χρῶτα τερεινοτέρη,