παρθενικὴν γὰρ ἄγεις περικαλλέα, τῆς ἐπιβαίνωνἴχνεσι τὴν ἰδικὴν οἶμον ἴδʼ ὡς φέρομαι,εἶδος ἐσαυγάζων μοῦνον γλυκύ. τίς φθόνος ὄσσων,δύσμορε; καὶ μορφὰς ἀθανάτων βλέπομεν.“ γινώσκω, χαρίεσσα, φιλεῖν πάνυ τὸν φιλέοντα,καὶ πάλι γινώσκω τόν με δακόντα δακεῖνμὴ λύπει με λίην στέργοντά σε, μηδʼ ἐρεθίζειντὰς βαρυοργήτους σοι θέλε Πιερίδας.”τοῦτʼ ἐβόων αἰεὶ καὶ προὔλεγον ἀλλʼ ἴσα πόντῳἸονίῳ μύθων ἔκλυες ι;ἡμετέρων.τοιγὰρ νῦν σὺ μὲν ὧδε μέγα κλαίουσα βαΰζεις·ἡμεῖς δʼ ἐν κόλποις ἥμεθα Ναϊάδος.δειλαίη, τί σε πρῶτον ἔπος, τί δὲ δεύτατον εἴπω;δειλαίη· τοῦτʼ ἐν παντὶ κακῷ ἔτυμον.οἴχεαι, ὦ χαρίεσσα γύναι, καὶ ἐς εἴδεος ὥρηνἄκρα καὶ εἰς ψυχῆς ἦθος ἐνεγκαμένη.πρώτη σοι ὄνομʼ ἔσκεν ἐτήτυμον ἦν γὰρ ἅπανταδεύτερʼ ἀμιμήτων τῶν ἐπὶ σοὶ χαρίτων.δραχμῆς Εὐρώπην τὴν Ἀτθίδα, μήτε φοβηθεὶςμηδένα, μήτʼ ἄλλως ἀντιλέγουσαν, ἔχε,καὶ στρωμνὴν παρέχουσαν ἀμεμφέα, χὠπότε χειμών,ἄνθρακας. ἦ ῥα μάτην, Ζεῦ φίλε, βοῦς ἐγένου.ἔγχει Λυσιδίκης κυάθους δέκα, τῆς δὲ ποθεινῆςΕὐφράντης ἕνα μοι, λάτρι, δίδου κύαθον.φήσεις Λυσιδίκην με φιλεῖν πλέον. οὐ μὰ τὸν ἡδὺνΒάκχον, ὃν ἐν ταύτῃ λαβροποτῶ κύλικι·ἀλλά μοι Εὐφράντη μία πρὸς δέκα· καὶ γὰρ ἀπείρουςἀστέρας ἓν μήνης φέγγος ὑπερτίθεται.εἶπον ἐγὼ καὶ πρόσθεν, ὅτʼ ἦν ἔτι φίλτρα Τερείνηςνήπια, Συμφλέξει πάντας ἀεξομένη.οἱ δʼ ἐγέλων τὸν μάντιν. ἴδʼ, ὁ χρόνος ὃν ποτʼ ἐφώνουν,οὗτος· ἐγὼ δὲ πάλαι τραύματος ᾐσθανόμην.καὶ τί πάθω; λεύσσειν μέν, ὅλαι φλόγες· ἢν δʼ ἀπονεύσω,φροντίδες· ἢν δʼ αἰτῶ, παρθένος. οἰχόμεθα.ἠράσθην τίς δʼ οὐχί; κεκώμακα· τίς δʼ ἀμύητοςκώμων; ἀλλʼ ἐμάνην ἐκ τίνος; οὐχὶ θεοῦ;ἐρρίφθω· πολιὴ γὰρ ἐπείγεται ἀντὶ μελαίνηςθρὶξ ἤδη, συνετῆς ἄγγελος ἡλικίης.καὶ παίζειν ὅτε καιρός, ἐπαίξαμεν ἡνίκα καὶ νῦνοὐκέτι, λωϊτέρης φροντίδος ἁψόμεθα.