ἀρχὴν Ἔρωτα τῶν λόγων ποιήσομαι·πυρσὸν γὰρ οὗτος ἐξανάπτει τοῖς νέοις.τὴν καταφλεξίπολιν Σθενελαΐδα, τὴν βαρύμισθον,τὴν τοῖς βουλομένοις χρυσὸν ἐρευγομένηνγυμνήν μοι διὰ νυκτὸς ὅλης παρέκλινεν ὄνειροςἄχρι φίλης ἠοῦς προῖκα χαριζομένην.οὐκέτι γουνάσομαι τὴν βάρβαρον, οὐδʼ ἐπʼ ἐμαυτῷκλαύσομαι, ὕπνον ἔχων κεῖνα χαριζόμενον.ὄρθρος ἔβη, Χρύσιλλα, πάλαι δʼ ἠῷος ἀλέκτωρκηρύσσων φθονερὴν Ἠριγένειαν ἄγει.ὀρνίθων ἔρροις φθονερώτατος, ὅς με διώκειςοἴκοθεν εἰς πολλοὺς ἠιθέων ὀάρους.γηράσκεις, Τιθωνέ· τί γὰρ σὴν εὐνέτιν Ἠῶοὕτως ὀρθριδίην ἤλασας ἐκ λεχέων;τὸν σιγῶντα, Φιλαινί, συνίστορα τῶν ἀλαλήτωνλύχνον ἐλαιηρῆς ἐκμεθύσασα δρόσου,ἔξιθι· μαρτυρίην γὰρ Ἔρως μόνος οὐκ ἐφίλησενἔμπνουν καὶ πηκτὴν κλεῖε, Φιλαινί, θύρην.καὶ σύ, φίλη Ξανθώ, με· σὺ δʼ, ὦ φιλεράστρια κοίτη,ἤδη τῆς Παφίης ἴσθι τὰ λειπόμενα.ἀργύρεον νυχίων με συνίστορα πιστὸν ἐρώτωνοὐ πιστῇ λύχνον Φλάκκος ἔδωκε Νάπῃ,ἧς παρὰ νῦν λεχέεσσι μαραίνομαι, εἰς ἐπιόρκουπαντοπαθῆ κούρης αἴσχεα δερκόμενος.Φλάκκε, σὲ δʼ ἄγρυπνον χαλεπαὶ τείρουσι μέριμναι·ἄμφω δʼ ἀλλήλων ἄνδιχα καιόμεθα.ὤμοσε Καλλίγνωτος Ἰωνίδι, μήποτε κείνηςἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην.ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα, τοὺς ἐν ἔρωτιὅρκους.μὴ δύνειν οὔατʼ ἐς ἀθανάτων.νῦν δʼ ὁ μὲν ἀρσενικῷ θέρεται πυρί· τῆς δὲ ταλαίνηςνύμφης, ὡς Μεγαρέων, οὐ λόγος οὐδʼ ἀριθμός. .λύχνε, σὲ γὰρ παρεοῦσα τρὶς ὤμοσεν Ἡράκλειαἥξειν, κοὐχ ἥκει· λύχνε, σὺ δʼ, εἰ θεὸς εἶ,τὴν δολίην ἀπάμυνον ὅταν φίλον ἔνδον ἔχουσαπαίζῃ, ἀποσβεσθεὶς μηκέτι φῶς πάρεχε.νὺξ ἱερὴ καὶ λύχνε, συνίστορας οὔτινας ἄλλουςὅρκοις, ἀλλʼ ὑμέας, εἱλόμεθʼ ἀμφότεροιχὠ μὲν ἐμὲ στέρξειν, κεῖνον δʼ ἐγὼ οὔ ποτε λείψεινὠμόσαμεν κοινὴν δʼ εἴχετε μαρτυρίην.