οὕτως ἐάσω συντετῆχθαι κείμενα;ἢ καὶ προθῶμαι τῆς ἀγορᾶς ἐν τῷ μέσῳ,παλιγκαπήλοις εὐτελῶς ἀπεμπολῶν;καὶ τίς μετασχεῖν τῶν ἐμῶν ἀνέξεται;τίς δʼ ἂν πρίαιτο τοὺς λόγους τριωβόλου,εἰ μὴ φέροι πως ὦτα μὴ τετρημένα;ἀλλʼ ἐστὶν ἐλπὶς εὐμενῶς τῶν δρωμένωνὑμᾶς μεταλαβεῖν, κοὐ κατεβλακευμένως·ἔθος γὰρ ὑμῖν τῇ προθυμίᾳ μόνῃτῇ τῶν καλούντων ἐμμετρεῖν τὰ σιτία.καὶ πρός γε τούτῳ δεῖπνον ἠρανισμένονἥκω προθήσων ἐκ νέων ἡδυσμάτων.ἐπεὶ γὰρ οὐκ ἔνεστιν ἐξ ἐμοῦ μόνουὑμᾶς μεταλαβεῖν, ἄνδρες, ἀξίας τροφῆς,πολλοὺς ἔπεισα συλλαβεῖν μοι τοῦ πόνου,καὶ συγκαταβαλεῖν καὶ συνεστιᾶν πλέον.καὶ δὴ παρέσχον ἀφθόνως οἱ πλούσιοιἐξ ὧν τρυφῶσι· καὶ παραλαβὼν γνησίωςἐν τοῖς ἐκείνων πέμμασι φρυάττομαι.τοῦτο δέ τις αὐτῶν προσφόρως, δεικνὺς ἐμέ,ἴσως ἐρεῖ πρὸς ἄλλον “ἀρτίως ἐμοῦμάζαν μεμαχότος μουσικήν τε καὶ νέαν,οὗτος παρέθηκεν τὴν ὑπʼ ἐμοῦ μεμαγμένην.”ταυτὶ μὲν οὖν ἐρεῖ τις † οὐδὲ τῶν σοφωτάτων,τῶν ὀψοποιῶν, ὧν χάριν δοκῶ μόνοςεἶναι τοσαύτης ἡγεμὼν πανδαισίας.θαρρῶν γὰρ αὐτοῖς λιτὸν οἴκοθεν μέροςκαὐτὸς παρέμιξα, τοῦ δοκεῖν μὴ παντελῶςξένος τις εἶναι τῶν ὑπʼ ἐμοῦ συνηγμένων.ἀλλʼ ἐξ ἑκάστου σμικρὸν εἰσάγω μέρος,ὅσον ἀπογεῦσαι· τῶν δὲ λοιπῶν εἰ θέλοιτυχεῖν τις ἁπάντων καὶ μετασχεῖν εἰς κόρον,ἴστω γε ταῦτα κατʼ ἀγορὰν ζητητέα.κόσμον δὲ προσθεὶς τοῖς ἐμοῖς πονήμασι,ἐκ τοῦ Βασιλέως τοὺς προλόγους ποιήσομαι·ἅπαντα γάρ μοι δεξιῶς προβήσεται.καί μοι μεγίστων πραγμάτων ὑμνουμένωνεὑρεῖν γένοιτο καὶ λόγους ἐπηρμένους.μή τις ὑπαυχενίοιο λιπὼν ζωστῆρα λεπάδνουβάρβαρος ἐς Βασιλῆα βιημάχον ὄμμα τανύσσῃ·