ἔρχεο καὶ παρὰ Σύρτιν, ὅπῃ νοτίῃσι θυέλλαιςἐς κλίσιν ἀντίπρωρον ἀνακλασθεῖσα Βορῆος,καὶ ψαφαρὴν ἄμπωτιν ὕπερ, ῥηγμῖνι ἁλίπλῳἀνδράσι δῖα θάλασσα πόρον χερσαῖον ἀνοίγει.οὐδὲ γὰρ ὀθνείης σε δεδέξεται ἤθεα γαίης,ἀλλὰ σοφοῦ κτεάνοισιν ὁμιλήσεις Βασιλῆος,ἔνθα κεν ἀίξειας, ἐπεὶ κυκλώσατο κόσμονκοιρανίῃ· Τάναϊς δὲ μάτην ἤπειρον ὁρίζωνἐς Σκυθίην πλάζοιτο καὶ ἐς Μαιώτιδα λίμνην.τοὔνεκεν, ὁππότε πάντα φίλης πέπληθε γαλήνης,ὁππότε καὶ ξείνοιο καὶ ἐνδαπίοιο κυδοιμοῦἐλπίδες ἐθραύσθησαν ὑφʼ ἡμετέρῳ Βασιλῆι,δεῦρο, μάκαρ Θεόδωρε, σοφὸν στήσαντες ἀγῶναπαίγνια κινήσωμεν ἀοιδοπόλοιο χορείης.σοὶ γὰρ ἐγὼ τὸν ἄεθλον ἐμόχθεον εἰς σὲ δὲ μύθωνἐργασίην ἤσκησα, μιῇ δʼ ὑπὸ σύζυγι βίβλῳἐμπορίην ἤθροισα πολυξείνοιο μελίσσης,καὶ τόσον ἐξ ἐλέγοιο πολυσπερὲς ἄνθος ἀγείρας,στέμμα σοι εὐμύθοιο καθήρμοσα Καλλιοπείης,ὡς φηγὸν Κρονίωνι καὶ ὁλκάδας Ἐννοσιγαίῳ,ὡς Ἄρεϊ ζωστῆρα καὶ Ἀπόλλωνι φαρέτρην,ὡς χέλυν Ἑρμάωνι καὶ ἡμερίδας Διονύσῳ.οἶδα γὰρ ὡς ἄλληκτον ἐμῆς ἱδρῶτι μερίμνηςεὖχος ἐπιστάξειεν ἐπωνυμίη Θεοδώρου.πρῶτα δέ σοι λέξαιμι, παλαιγενέεσσιν ἐρίζων,ὅσσαπερ ἐγράψαντο νέης γενετῆρες ἀοιδῆςὡς προτέροις μακάρεσσιν ἀνειμένα· καὶ γὰρ ἐῴκειγράμματος ἀρχαίοιο σοφὸν μίμημα φυλάξαι.ἀλλὰ πάλιν μετʼ ἐκεῖνα % παλαίτερον εὖχος ἀγείρειὅσσαπερ ἢ γραφίδεσσι χαράξαμεν ἤ τινι χώρῳ,εἴτε καὶ εὐποίητον ἐπὶ βρέτας, εἴτε καὶ ἄλληςτέχνης ἐργοπόνοιο πολυσπερέεσσιν ἀέθλοις.καὶ τριτάτην βαλβῖδα νεήνιδος ἔλλαχε βίβλουὅσσα θέμις, τύμβοισι τάπερ Θεὸς ἐν μὲν ἀοιδῇἐκτελέειν νεύσειεν, ἐν ἀτρεκίῃ δὲ διώκειν.ὅσσα δὲ καὶ βιότοιο πολυσπερέεσσι κελεύθοιςγράψαμεν, ἀσταθέος δὲ τύχης σφαλεροῖσι ταλάντοις,δέρκεό μοι βίβλοιο παρὰ κρηπῖδα τετάρτην.ναὶ τάχα καὶ πέμπτοιο χάρις θέλξειεν ἀέθλου,ὁππόθι κερτομέοντες ἐπεσβόλον ἦχον ἀοιδῆς