μηδʼ ἔτι Περσὶς ἄναλκις ἀναστείλασα καλύπτρηνὄρθιον ἀθρήσειεν ἐποκλάζουσα δὲ γαίῃ,καὶ λόφον αὐχήεντα καταγνάμπτουσα τενόντων,Αὐσονίοις ἄκλητος ὑποκλίνοιτο ταλάντοις.ἑσπερίη θεράπαινα, σὺ δʼ ἐς κρηπῖδα Γαδείρων,καὶ παρὰ πορθμὸνἼβηρα καὶ Ὠκεανίτιδα Θούλην,ἤπιον ἀμπνεύσειας, ἀμοιβαίων δὲ τυράννωνκράατα μετρήσασα τεῇ κρυφθέντα κονίῃ,θαρσαλέαις παλάμῃσι φίλην ἀγκάζεο ῬώμηνΚαυκασίῳ δὲ τένοντι καὶ ἐν ῥηγμῖνι Κυταίῃ,ὁππόθι ταυρείοιο ποδὸς δουπήτορι χαλκῷσκληρὰ σιδηρείης ἐλακίζετο νῶτα κονίης,σύννομον Ἀδρυάδεσσιν ἀναπλέξασα χορείηνΦασιὰς εἱλίσσοιτο φίλῳ σκιρτήματι νύμφη,καὶ καμάτους μέλψειε πολυσκήπτρου βασιλῆος,μόχθον ἀπορρίψασα γιγαντείου τοκετοῖο.μηδὲ γὰρ αὐχήσειεν Ἰωλκίδος ἔμβολον Ἀργοῦς,ὅττι πόνους ἥρωος ἀγασσαμένη Παγασαίουοὐκέτι Κολχὶς ἄρουρα, γονῇ πλησθεῖσα Γιγάντων,εὐπτολέμοις σταχύεσσι μαχήμονα βῶλον ἀνοίγει.κεῖνα γὰρ ἢ μῦθός τις ἀνέπλασεν, ἢ διὰ τέχνηςοὐχ ὁσίης τετέλεστο, πόθων ὅτε λύσσαν ἑλοῦσαπαρθενικὴ δολόεσσα μάγον κίνησεν ἀνάγκηνἀλλὰ δόλων ἔκτοσθε καὶ ὀρφναίου κυκεῶνοςΒάκτριος ἡμετέροισι Γίγας δούπησε βελέμνοις.οὐκέτι μοι χῶρός τις ἀνέμβατος, ἀλλʼ ἐνὶ πόντῳὙρκανίου κόλποιο καὶ ἐς βυθὸν ΑἰθιοπῆαἸταλικαῖς νήεσσιν ἐρέσσεται ἥμερον ὕδωρ.ἀλλʼ ἴθι νῦν, ἀφύλακτος ὅλην ἤπειρον ὁδεύων,Αὐσόνιε, σκίρτησον, ὁδοιπόρε· Μασσαγέτην δὲἀμφιθέων ἀγκῶνα καὶ ἄξενα τέμπεα Σούσων,Ἰνδῴης ἐπίβηθι κατʼ ὀργάδος, ἐν δὲ κελεύθοιςεἴποτε διψήσειας, ἀρύεο δοῦλον Ὑδάσπην·ναὶ μὴν καὶ κυανωπὸν ὑπὲρ δύσιν ἄτρομος ἕρπωνκύρβιας Ἀλκείδαο μετέρχεο· θαρσαλέως δὲἴχνιον ἀμπαύσειας ἐπὶ ψαμάθοισιν Ἰβήρων,ὁππόθι, καλλιρέεθρον ὑπὲρ βαλβῖδα θαλάσσης,δίζυγος ἠπείροιο συναντήσασα κεραίηἐλπίδας ἀνθρώποισι βατῆς εὔνησε πορείης.ἐσχατιὴν δὲ Λίβυσσαν ἐπιστείβων Νασαμώνων